PG 46, col. 504

λούντων συμϐαίνει, τοῦ τε καιροῦ καὶ τοῦ ⁶ποσοῦ καὶ
τοῦ ποιοῦ συμπαραλαμϐανομένου πρὸς τὸ τῆς κενὼ- 1
σεως χρήσιμον. Ἐπειδὴ τοίνυν ού συμϐαίνει πρὸς τὸν
τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος, ᾧ
βιοτεύομεν · ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρηο
μένων ἀκολουθίας, ὃτι οὑδενὺς ἀγαθοῦ χωρισμός ἐστιν
ἡ ἐκ τοῦ τοιούτου βίου μετάστασις. Φανερδν γάρ ὅτι
τὸ ἀληθινῶς καὶ⁵ κυρίως καὶ πρώτως ἀγαθὸν, οὒτε
Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῳ πρὸς ἐδ μὴ ἀληθῶς
ἀγαθόν ἐστιν ἡ ἀντίθεσις , άμεσος δὲ τῶν δύο τούτων
ἡ ἐναντίωσις* ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ
μὴ ἀληθῶς δντος καλοῦ, πρὸς τὸ τῇ φύσει καλὸν ὲν-
θένδε πιστεύειν τὴν μετάστασιν γίνεσθαι, δ πάντοτε
καὶ παντὶ⁵ καὶ διά πάντων ἐστὶν ἀγαθὸν, οὔτε κατά ”
καιροὺς, οὔτε ὲπί τινων, οὔτε διά τι, ἀλλ’ ἀεὶ κατά
τά αὑτά καὶ ὡσαύτως ἕχον. Πρὸς τοῦτο τοίνυν μέτει-
σιν ἀπὺοτῆς σαρκὼδους ζωῆς ἡ ἀνθρωπίνη ψυχὴ, άλ-
λην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μετα-
λαμϐάνουσα, ἦν δι’ ἀκριϐείας μὲν ίδετν, ἥτις ἐστὶ,
τῇ σαρκὶ συγκεκραμένοις ἀμήχανον ο ὲκ δὲ τῆς κατά .
τὸν βίον ’τοῦτον⁸ γνωριζομένων ὑπεξαιρέσεως δυνατόν
ἐστι στοχασμόν τινα δι’ ἀναλογίας ἀναλαϐεῖν. Οὐκέτι
γὰρ ἔσται σωματικῇ παχύτητι συμπεπλεγμένη, οὔτε
τῇ ίσοκρατείᾳ τῶν ἀντιστοιχούντων ἐμϐιοτεύουσα,
ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη, τὴν σύστασίν τε
ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ. '0 γὰρ πλεονασμὸς τῶν
ἐναντίων τινὸς καῖ ἡ ἔλλειψις, πάθος καὶ ἀρρώστημα
τῆς φύσεως γίνεται · ὲνῇ οὐδὲν οὔτε συστέλλεται κε· ,
νού μενον, οὔτε δυσφορεῖ φορτιζόμενον ⁶ ἀλλά καὶ τῶν
ὲκ τοῦ ἀέρος ἀηδῶν ἔξω παντάπασι γίνεται, κρύους
τε λέγω καὶ θάλπους, καὶ πάντων τῶν κατὰ τὸ ἐναν-
τίον νοουμένων ἀπηλλαγμένη’ ὲν ἐκείνοις δὲ γινο-
μένη, ὅπου πάντων τῶν ἀναγκαίων καμάτων ἐλευ-
θέρα τε καὶ ἀνετός ἐστιν ή ζωήο οὑ διά γεωργίας
κακοπαθοῦσα, οὑ τοὺς διαποντίους ὑπομένουσα πό- ‘
νους, ού διὰ τῆς ἐμπορικῆς καπηλείας ἀσχημονοῦσα ·
οἰκοδομικῆς τε καὶ ὑφαντικῆς, καὶτῆς τῶν βαναύσων
τεχνῶν ταλαιπωρίας κεχωρισμένη, ἤρεμον τινα. καὶ
ἡσύχιον διάγει βίον, καθὼς ὁ ῐΙαῦλός φησιν, οὑχ
ίππμαχοῦσα, οὑ ναυμαχοῦσα, οὑ συστάδην διὰ τῆς
πεζικῆς παρατάξεως συμπλεκομένη, οὑ πρὸς κατα· Α
σκευὴν ὃπλων ἀσχολουμένη, οὑ φόρους ὲκλέγουσα,
οὑ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλά πάντων
τῶν τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα. Μήτε
ἔχουσα πρᾶγμα, μήτε παρέχουσα, ἐνῇ δουλεία τε
καὶ κυριότης καὶ πενία, εὐγένειά τε καὶ δυσγένεια,
καὶ ίδιωτικὴ ταπεινότης, καὶ ἀξιωματικὴ δυναστεία,
καὶ πᾶσα τοιαύτη ἀνωμαλία χώραν οὑκ ἔχει. Παρ-
αιρεῖται γάρ πάντων τούτων καὶ τῶν τοιούτων τὴν
ἀνάγκην, τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ ἄὺλον, ὲν
ᾗτὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν, οὑ ξηροῦ
τε καὶ ὑγροῦ τινός ὲστι μετουσία, ἀλλ’ ὴ τῆς θείας
φύσεως κατανόησις, ἀντὶ 52-: τοῦ ἐναερίου πνεύματος.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.