PG 46, col. 508

τῶν πόλεων καλλωπίζονται· εί ταῦτα τοίνυν fidem.
καὶ τά τοιαῦτα οἱ ἐπαχθέντες τῷ δεσμωτηρίῳ , οὐκ
ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους ὡς ἀγαθοῦ
τινος χωριζομένους ἀπωλοφύροντοο ὅπερ οὖν εἰκὸς
τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμέλ
νων διανοεῖσθαι, t'o; ὲλεεινῇ προσταλαιπωρούντων τῇ
ζωῇ. Οὕτω μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου
φυλακῆς ἔξω γινόμενοι, εἴπερ ὅλως δυνατὸν ἦν αὐ-
τοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρδς τοὺς κακο-
παθοῦντας συμπάθειαν , θρηνεῖν καὶ δακρύειν τὸν έν
ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινόμενον, ὅτι μὴ
ὁρῶσι τά ὑπερκόσμιά τε καὶ άῦλα κάλλη, θρόνους τε·
καὶ ἀρχὰς, ἐξουσίας, καὶ κυριότητας, καὶ στρατιὰς
ἀγγελικάς καὶ ἐκκλησίας, καὶ τὴν ἀνω πόλιν, καὶ τὴν
ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν. Τὸ
γὰρ ὑπερκείμενον τούτων κάλλος, ὂ τοὺς καθαροὺς
τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖτ-
τὸν τε πάσης ἐλπίδος ἐστὶ, καὶτῆς ὲκ στοχασμῶν
εἰκασίας ἀνώτερον. Οὐ τοῦτο δὲ μόνον στεναγμῶν τε
καὶ λύπης ἀξιον ἐφ’ ἡμῖν τοῖς μεταστᾶσιν ἂν ένο-
μίσθη, ἀλλ’ ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ
βίῳ, τοσαύτη τις ἐντέτηκεν αὐτοῖςή περὶ¹ τά μοχθηρά
συνδιάθεσις, ὅτι οὑχ ὡς ἀναγκαίαν τινὰ. λειτουργίαν
τὴν προσϐολὴν αὐτῶν φέρουσιν, ἀλλ’ ὅπως ἂν είς τὸ
διηνεκὲς παραμένοι ταῦτα, τὴν σπουδὴν περιποιοῦν-
ται. Ἦ γάρ περὶ τὰς δυναστείας τε καὶ πλεονεξίας,
καὶ τάς ἀπολαυπικάς ταύτας λαιμαργίας ἐπιθυμία ,
καὶ εί τι ἄλλο τοιοῦτον σπουδάζεται, ὧν χάριν καὶ·
ὅπλα, καὶ πόλεμοι, καὶ ἀλληλοφονίαι, καὶ πάσα ἡ
ἑκουσίως ἐνεργουμένη ταλαιπωρία καὶ δολιότης, οὖ-
δὲν ἄλλο, ἣ σωρεία τίς ἐστι συμφορῶν, ὲκ προαιρέ-
σεως μετά σπουδῆς τε καὶ προθυμίας ὲπεισαγομένη τῷ
βίῳ. Ἀλλά δακρύων μὲν ὲν τοῖς κατοιχομένοις πάθος
οὐκ ἐστιν, ὅτι μηδ’ ἄλλο τι πάθος, νοῦς δὲ καὶ πνεῦμα
τυγχάνοντες, οἷα σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος,
τοῖς τῇ παχύτητι τοῦ σώματος -ὲγκεχωσμένοις ὀφθῆ-
ναι φύσιν οὐκ ἔχουσιν, οὐδὲ νουθετῆσαι δι’ ἑαυτῶν
τοὺς ἀνθρώπους ἀποστῆναι·τῆς πεπλανημένης περὶ¹
τῶν ὄντων κρίσεως. Οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος
D ἀντ’ ἐκείνων διαλεχθήτω, καὶ εἴπωμεν ὼς ἔστι δυνα-
τὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ γενόμενοι, καὶ τῆς
πρὸς τὴν ὓλην προσπαθείας τὴν ψυχὴν ἀποστήσαν-
τες, ὅτι ’Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως,
πρόσεχε σεαυτῷ, κατά τὸ Μωῡσέως παράγγελμα, καὶ
γνῶθι σεαυτὸν ἀκριϐῶς, τίς εἴ, διαστείλας τῷ λογι-
σμῷ, τί μὲν άληθῶς εἴ σὺ , τί δὲ περὶ σὲ καθορᾶται·
μήποτε τὰ ἔξω σοῦ βλέπων, σεαυτὸν καθορᾷν νομί-
σῃς· μάθε παρά τοῦ μεγάλου Παύλου τοῦ δι’Δ ἀκρι-
ϐείας ὲπεσκεμμένου τὴν φύσιν, ὃς φησι, τὸν μὲν
ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον, τὸν δὲ ἔσωθεν, κάκείνου
φθειρομένου τοῦτον ὰνακαινίζεσθαι. Μὴ τοίνυν τὸν
φθειρόμενον βλέπων, σεαυτὸν οἰηθῇς βλέπειν. Ἔσται

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.