PG 46, col. 545

ἐδεῖν, ὡς γλαφυρὸς ταῖς γλυφαῖς ἐπανθεῖ τὸ χρυσίον;
Οὗτὸς χρύσεος ὡν δλος τὴν ἐπιφάνειαν, κύκλοις τισὶ
πολυγωνίοις κυανῷ διακεχρισμένος ὑποκεχάρακται.
Τἰ οὖν βούλεται τῷ τεχνίτῃ ἡ κυανός; Ὡς ἂν, οἶμαι,
τῷ ἐναλλάσσοντι τὰς χρόας ἀντιπαραθεωρούμενος ὁ
χρυσὸς πλέον ἐκλάμποι. Εἰ οὖν ἡ κυανὸς ἐμμιχθεῖσα
τῷ χρυσῷ περικαλλεστέραν τὴν αὐγὴν ἀποδείκνυσιν,
οὐκ ἄκαιρον ἴσως τῇ λαμπηδόνι τῶν προῤῥηθέντων
λόγων καὶ τὴν ἡμετέραν παραγραφῆναι μελάνην.
Ἐτι ὑμῖν ἐν προοιμίοις ἀδολεσχοῦμεν, ἀλλʼ ἀκού-
σατε.
dite.
Ἀκούω Μωσέα τὸν μέγαν, ὅτε τὴν σκηνὴν τοῖς
Ἰσραηλίταις ἐπήγνυτο, καὶ τὸν Bεζελεὴλ ἐκεῖνον,ὅς
Πνεύματι θείῳ τὴν σοφίαν ἔσχεν τῆς ἀρχιτεκτονικῆς
αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλου-
σίοις καὶ πένησι, τῶν μὲν πλουσίων χρυσὸν, καὶ πορ-
φύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐκλέγοντας, τῶν
δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν
τρίχας οὐκ ἀποβάλλοντας. Ἀλλʼ οὐκ ἄκαιρος τῆς
ἱστορίας ἴσως ἡ μνήμη· ὅ γάρ μου τὴν καρδίαν ἐπ-
έδραμε νόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι.
Πνεύματι θείῳ ὁ Bεζελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο
οὕτω γὰρ ἡ ίστορία φησίν. Ἀκουέτω τοίνυν ὁ πνευ-
ματομάχος ὁ θεῖον εἰπὼν τὸ Πνεῦμα τὸ ἅγιον, οὗ ἡ
ἐπίβασις οἶόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ
ἐνσημαίνεται, ἄρα καθυβρίζει τῇ τοῦ θείου προσ-
ηγορίᾳ τὴν ἀξίαν τοῦ Πνεύματος; Ἀρα μικρόν τι
καὶ ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται; Τί τῶν ἐν
τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται; Μὴ ἐπί-
κτητον οἴεται τῷ Πνεύματι τὴν θεότητα; Μὴ δι-
πλόην τινὰ καὶ σύνθεσιν περὶ τὸ ἀπλοῦν καὶ ἀσύνθετον
ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταις ὑπονοίαις συν-
ενεχθῆναι. Ἀλλʼ ὅμολογεῖ πάντως θεῖον ἐν τὸ Πνεῦ-
μα τῇ φύσει τοιοῦτόν τε εἶναι καὶ λέγεσθαι. Ὁρᾷς
ὡς αὐτομάτως ἐκκαλύπτεταί σοι ἡ ἀλήθεια; πολλὰς
γὰρ θείας φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται
κήρυγμα · ἐπεὶ ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς
ἀναπλάττεσθαι. Οὐ γάρ ἐστι δυνατὸν πολλοὺς νοηθῆ-
ναι θεοὺς, μὴ τῆς κατὰ φύσιν ἐτερότητος τὸ τῶν θεῶν
πλῆθος διαγγελλούσης. Εἰ οὖν μία παρὰ πάντων θεία
φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ φύσει τὸ Πνεῦμα
τὸ ἅγιον· τί διατέμνεις τῷ λόγῳ τὸ συνημμένον τῇ
φύσει; Ἀλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου
ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν;
Μίαν προήκατο φωνὴν Ἰεροσολυμίταις ὁ Πέτρος, καὶ
τοσαῦται χιλιάδες ἀνθρώπων τῇ περιβολῇ τοῦ λόγου
ὑπὸ τοῦ ἀλιέως ἐσαγηνεύθησαν. Τοσοῦτοι δὲ καὶ τοι-
οῦτοι παρὰ τῶν διδασκάλων ἐν ἡμῖν τρίβονται, τίς
γέγονε τῶν σωζομένων προσθήκη; ὸ ἐκλεῖπον ἐκ-
λείπει, φησί τις τῶν προφητῶν , τὸ ἀποθνῆσκον
ἀποθνήσκει· τὸ πεπλανημένον οὐκ ἐπιστρέφει λέ-
λοται τῆς ἀγάπης ὁ σύνδεσμος· ἤρπασται τῶν θησαυ-
s· Εxod. XτXI, 2 sqq. st Act. II,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.