PG 46, col. 544

CIPOTONIAN.
λθε καὶ ἐφʼ ἡμᾶς ἡ τῆς πνευματικῆς ἑστιάσεως
λειτουργία,μετέχειν μᾶλλον ἐτέρων, ἢ ἑαυτοὺς παρ-
έχειν ἄλλοις, ὄντας ἐπιτηδείους. Καίτοι γε ἔγωγε
καὶ παντελῶς ἡξίουν ἀτελὴς εἶναι τῶν τοιούτων φὸ
ρων, διὰ τὴν τοῦ λέγειν πενίαν, κατά τινα νόμον συι-
ποτικόν. Ἀκούω γὰρ τοὺς ἀκροτέρους τὴν δίαιταν,
ὅταν ἐκ περιόδου τῷ κοινῷ συσσιτίῳ τὰς εὐωχίας
παρασκευάσωσιν, εἴ τις ἐκ τοῦ καταλόγου τῶν δαιτυ-
μόνων πενέστερος εἴη, τοῦτον κοινῆς συνθήκης ἀτελῆ
σύνδειπνον ἔχειν. Οὕτω καὶ αὐτὸς ἐβουλόμην ἐπι-
σίτιος εἶναι τῆς τῶν πλουσίων τροφῆς· ἀλλʼ ἐπειδὴ ὁ
καλός τε καὶ πλούσιος ἐστιάτωρ οὗτος οὐδὲ ἡμῶν
φείδεται, διακονεῖν δὲ προστάττει, ἐρῶ πρὸς αὐτὸν,
σθλε, χρῆσόν μοι τῶν σῶν δρτων· ἄρτους δὲ λέγον
τὴν διὰ τῶν εὐχῶν συμμαχίαν. Πῶς γὰρ ἔστι τοῖς
πνευματικοῖς τούτοις κηρίος τὴν ἀκοὴν ὑμῶν ἐντρυ
φήσασαν,πενιχρῷ καὶ πτωχεύοντι δεξιώσασθαι λόγῳ;
Καὶ τάχα καλῶς εἶχεν, ἵνʼ ὥσπερ ἐπὶ τῶν γυμνικῶν
ἀγώνων· μόνων γὰρ τῶν ἰσχυόντων ἐν ἐκείνοις ἐστὶ
τὸ στάδιον, οἱ δὲ λοιποὶ θεαταὶ γίνονται τῶν ἀγωνι-
ζομένων· οὕτω καὶ εἰς τὸ πνευματικὸν τοῦτο στάδιον
μόνουςτοὺςσφριγῶντας ἐντῇ δυνάμει τῶν ἀγίων πρὸς
τοὺς ἀγωνιστὰς ἀποδύεσθαι· εἰ δέ τις εἴη τῶν οἶος
ἐγὼ,ῷ πολιὰ μὲν ἡ θρὶξ,νωθρὰ δὲ ὑπὸ τοῦ χρόνου ἡ
δύναμις, ὑπότρομος δὲ καὶ ὑποσκάζων ὁ λόγος, τοῦ-
τον ἐᾶν τοῖς ἱδρῶσι τῶν ἀγωνιστῶν ἐπευφραίνεσθαι.
Οὐκ οὖν μηκύνωμεν ὑμῖν, ἀδελφοὶ, τὸ προοίμιον,ἐν-
ασχολούμενοι τῷ θαύματι τῶν προλαβόντων. Ἡδη
κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· ὁ δὲ κόρος ἀπὸ
γλυκασμάτων ἐστίν· τούτοις γὰρ ὑμᾶς ὁ προλαβὼν
λόγος ἐτιθήνατο. Τάχα οὖν ἄχρηστον κόρον ἐπέβαλλε
κόρῳ ἐπάνω τῶν χρυσῶν λόγων, οἶόν τισι μολυβδίνοις
νομίσμασι τὴν μνήμην ἐπιφορτίζοντα· πλὴν ὅτι συν-
τελεῖ πολλάκις εἰς συνέργειαν κάλλους καὶ ἡ χείρων
ὕλη καταμιχθεῖσα τῇ κρείττονι, ἐγγὺς ἡ ἀπόδειξις.
Ὁρᾷς τὸν ὑπὲρ κεφαλῆς τοῦτον ὄροφον, ὡς καλὸς

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.