PG 46, col. 556

πει διὰ τοῦ μεγάλου Δαὸίδ τῆς προφητείας τὰ ἄνθη ·
οἷον δὲ ἄνθος ὁ θεῖος Ἀπόστολος τῆς τοῦ παραδείσου
γεωργίας ὑποσημαίνων τὸ κάλλος, καί. πολλὴν ἁπο-
πνέων τοῦ Χριστοῦ τὴν εύωδίανί Τῶν δὲ eamut-
κῶν λειμώνων τὸ κάλλος τίς ἂν ὑπεξέλθοι λόγος ἀν-
θρώπινος ;
Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν έν καιρῷ μνησθῆναι
τῆς παροιμιακῆς ὲπαινέσεως, καὶ ζηλῶσαι τὴν μέ-
B λισσαν ο ην φησιν ilignei; τῇ ῥώμῃ μὲν εἶναι ἀσθενῆ
(οὑ γὰρ ὤφθη ποτὲ ὅλον δρεψαμένη τὸ ἄνθος, καί
ὑπὲρ νῶτον ἐπὶ σίμ6λα κομίζουσα), ἀλλὰ τὸ λεπτὸν
καὶ χνοῶδες τῆς έν τῷ μέσῳ κόμης ὲκτιναχθὲν διὰ
τῶν πτερύγων ταῖς ἀγκύλαις ὑπολαϐοῦσα, δι’ ἐκείνων
ἐργάζεται τὴν σοφὴν ἐργασίαν ἐκείνην, ταῖς ἐξ ano. α
λαις ίσαρίθμους γωνίας εἰς ὄρθιον ἀνεγείρουσα, καὶ
διὰ μέσου τῇ λειότητι τῶν πτερύγων, οἷόν τισιν
ἀλοιφαῖς, τοὺς λεπτοὺς ἐκείνους καί⁸ ὑ μυώδεις [6110!-
χους έπιλεαίνουσα. Εἰ δὲ μέλλοι καὶ ό ἡμέτερος λό-
γος βασιλεῦσί τε καὶ ἰδιώταις , καθώς φησιν ό Σολο-
μὼν, είς ὑγίειαν ἐπιτήδειος γίνεσθαι,εὑχῇ τὴν χάριν
ὲπισπασώμεθα ἐγώ τε καὶ ὑμεῖς παραπλησίως.
Κοινὸν γὰρ τὸ κέρδος, μᾶλλον δὲ τὺ πλέον ὑμέτερον⁸
ἐπείπερ τὸ λαϐεῖν τι καλὸν τοῦ παρασχεῖν τι κερδα-
λεώτερον. Ἀπαγορεύει τὸ Εὑαγγέλιον παλαιοῖς ἀσκοῖς
οἶνον νέον ὲναποτίθεσθαιο τάχα πρὸς τὸν παρόντα
καιρὸν βλέπει τὸ αἴνιγμα. '0 γὰρ νεοθλιὸὴς σίνος,
διὰ τὴν φυσικῶς ὲγγινομένην τοῦ ὑγροῦ ζέσιν, Πνεύο
ματος πλήρης ἐστὶ, διὰ τῆς φυσικῆς κινήσεως ἐξ·
αφρίζων τὸν ἰλυώδη όύπον ἀφ’ ἑαυτοῦ. Τοῦτο δὲ οὐδὲν
ἄλλο ἐστὶ , κατά γε τὸν ὲμὸν λόγον, ἢ ἡ περὶ τοῦ
ἁγίου Πνεύματος διδασκαλία, καθώς φησιν ό ’Λπό-
στολος, ὅτι Τῷ [ινεύματι ζέοντες , ἣν oi σαθροί τε
καὶ διερρυηκότες ἀσκοὶ, καὶ ὑπὸ τῆς ἀπιστίας πε-
παλαιωμένοι οὑ στέγουσιν, ἀλλὰ περιρῤήγνυνται τῇ
μεγαλοφυηι τοῦ δόγματος. Διὰ τοῦτο έὰν τι ὑψηλὸν
αὑτοῖς ὲκ διδασκαλίας ἐγγένηται νόημα , σχίζονται
περὶ τὸν ὄγκον τοῦ δόγματος · καὶ αὐτοί γε ἀχρειοῧν⁴
ται διὰ τοῦ ῥήγματος, τήν τε τοῦ Πνεύματος χάριν
είκῆ ῥέειν παρασκευάζουσιν. Ei; γὰρ κακότεχνον
ψυχὴν οὑκ εἰσελεύσεται σοφία, καθώς φησιν ὴ Γρα-
φή. Μᾶλλον δὲ συγχωρήσατε μοι μιμήσασθαι τὴν
τῶν πενήτων συνήθειαν ο ἐπεὶ κάκείνοις σύνηθες.
ὅταν ποτὲ πλουσίας ἀξιωθῶσι τραπέζης, ἀνεπαισχὺνο
τως ὲκ τῶν προτεθέντων αὑτοῖς, καὶ εἰς τὴν ὑστε-
ραίαν ἐπισιτίζεσθαι. Κάγὼ τοίνυν ὲκ τῆς χθιζῆς πο.
λυτελείας μικρόν τι προχειρισάμενος λείψανον, ἐκεῖθεν
κατά τὴν ἐμαυτοῦ δύναμιν ὀψοποιήσω τὸν λόγον, τὰ
πολλὰ τῶν σήμερον προτεθέντων τοῖς τελειοτέρας
τῶν δαιτυμόνων ταμιευσάμενος. Τί τοίνυν ἦν τὸ τῆς
χθιζῆς πανδαισίας ἇϐρωτόν τε καὶ ἀκατέργαστον;
Ἣ τῶν ἁποστολικῶν πράξεων ἱστορία τὴν ἐν Ἀθή-
Sap. ι, 4.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.