PG 46, col. 569

ἡγνόησεν, καὶ οἷόν τι γεῶδες ἄχθος τὰς ἐμπαθεῖς τῆς
φύσεως διαθέσεις ἀποδυσάμενος , ὅλον ἔδωκεν ἑαυτὸν
τῷ Θεῷ, καὶ τοῦ προστάγματος ἦν’ καὶ οὔτε τῇ·
γαμετῇ περὶ τούτου ἀνεκοινώσατο, καλῶς γε ποιῶν
καὶ λυσιτελῶς ἐαυτῷ, ἀναξιόπιστον είς συμϐουλὴν
κρίνας τὸ θῆλυ. Οὐδὲ γάρ τῷ Ἀεδάμ συνήνεγκε τὴν
συμϐουλὴν δεξαμένῳ τῆς Εὔας. Διὰ τοῦτο ὡς ἂν μὴ
πάθῃ τι γυναικεῖον καὶ. μητρῷον ἠ Σάρρα, καὶ τὸ
σφοδρόν τε καὶ ἀκραιφνὲς τῆς πρὸς. τὸν Θεὸν ἀγάπης
τοῦ Ἀϐραάμ ἐπικλάσειεν, λαθεῖν ἐπετήδευσε τὴν
όμόζυγον. Πόσα γὰρ εἰκὸς, εἴ τι τοιοῦτον ἔγνω
η γινόμενον, ἢ δράσαι τὴν Σάρραν, ἢ πρὸς αὑτὸν ἀπο-
δύρασθαις οἷα δ’ ἂν ἔπαθε περιχυθεῖσα τῷ παιδὶ καὶ
ταῖς ἀγκάλαις ἐμπλεξαμένη, εί πρὸς τὴν σφαγὴν
ἐσλεπεν αὑτὸν βιαίως ὲλκόμενον; οἵοις δ’ ἂν ἐχρή-
σατι λόγοις.; Φεῖσαι τῆς φύσεως, ἄνερ , μὴ γένῃ πο-
νηρὸν τοῦ βίου διήγημα ⁸ μονογενής μοι 6 τόκος οὗ·
τος, μονογενὴς ὲν ὠδῖσιν 6 Ἰσαὰκ, ὲν ἀγκάλαις μό-
νος · οὗτός μοι τόκος καὶ πρῶτος καὶ ὕστατος. Τίνα
μετὰ τοῦτον ἐπὶ τραπέζης ὀψόμεθας Τίς προσερεῖ
μοι τὴν γλυκεῖαν φωνήν ; Τίς ὀνομάσει μητέρας Τίς
θεραπεύσει τὸ γῆρας; Τίς περιστελεῖ μετὰ τὸν θά-
vacas; Τίς ὲπιχώσει τάφον τῷ σώματι ; Ὁρᾷς τὸ
ἄνθος τοῦ νέου, ὃ καὶ ἐν ἐχθρῷ τις βλέπων, πάντως
ἂν τήν ὥραν ἠλέησεν. Οὗτος τῆς μακρᾶς εὐχῆς ὁ
καρπὸς, οὗτος τῆς διαδοχῆς 6 κλάδος, οὗτος τοῦ γέ-
νους τὸ λείψανον, οὗτος ἡ βακτηρία τοῦ γήρως. Εἰ
κατὰ τούτου φέρεις τὸ ξίφος, ταύτην μοι δὸς τῇ δει-
λαίᾳ τὴν χάριν · κατ’ ἐμοῦ πρῶτον χρῆσαι τῷ ξίφει,
καὶ τότε ποίησον τὸ δοκοῦν ἐπὶ τούτου · κοινὸν άμ-
φοτέρων ἔστω τὸ χῶμα, κοινὴ κόνις ὲπικαλυψάτω τὰ
σώματα, κοινὴ στήλη διηγείσθω τὰ πάθηο μὴ ἴδῃ
Σάρρας 6 ὀφθαλμὸς μήτε Ἀϐραὰμ πωδοκτονοῦντα,
μήτε Ἰσαὰκ χερσὶ πατρῴαις παιδοκτονούμενον.
senectutis. Si in hunc gladium fers, hanc mihi misera: veniam da, in me primum utere gladio, ες
tunc fac quod videtur in hoc: communis amborum tumulus esto, communis contegat corpora pulvis,
communis titulus utriusque cladem prodat, ne videat oculus Sarrteuec
interficere. nec Isaacum lilium manibus paternis trucidari.
Ταῦτα πάντως ἂν καὶ τά τοιαῦτα παρὰ τῆς Σάρ-
ρας ἐγένετο τῷ Ἀδραὰμ τὰ ῥήματα, εἴπερ τῶν γινο-
μένων προῄσθετο. Ἀλλ’ ὡς ἂν μηδὲν ὲμπόδιιθν πρὸς
τὴν ἐγχείρησιν γένοιτο, ὄνῳ τὰς σχίδακας ἐπιθεὶς, καί
τινας τῶν παίδων ἐπαγόμενος, ὅλος τοῦ θείου θελή-
ματος ἢν ’ εἶτα καταλιπὼν τοὺς παῖδας, ὡς ἂν μή τι
ἀγεννέστερον καὶ ἀνδραποδῶδες ἐκεῖνοι βουλεύσοιντο,
κωλύσαντες τοῦ παιδὸς τὴν ἱερουργίαν , μόνον ὲπ-
άγεται τὸν υἱὸν, ἱκανῶς ἤδη πρὸς τὰ βαρύτερα τῶν
ets-{tos ὑφ’ ἡλικίας άνδριζόμενον. Μετατάξας γὰρ ἀπὸ
τῆς δνου ἐπὶ τὸν παῖδα τὸ ἄχθος , ἐκεῖνον ὑπήγαγε
τῷ φόρτῳ τῶν ξύλων. Πάλιν δριμύσσει τὰ τοῦ πα-
τρὸς σπλάγχνα ἡ φωνὴ τοῦ παιδός ⁸ ἄλλος οὗτος πει-
ρασμὸς οὐδὲν τοῦ προλαϐόντος φιλανθρωπότερος.
Προσκαλεῖται τὸν πατέρα ὁ Ἰσαὰκ τῇ γλυκείᾳ. ταύτῃ
φωνῇ, καί φησι, Πάτερ . ’0 δὲ οὐ καταπνίγεται δά-
κρυσι , τῷ μικρὸν ὕστερον μηκέτι ἀκούσεσθαι τῆς

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.