PG 46, col. 608

τῆς σαρκὸς διὰ τοῦ Θανάτου κρατήσειε, καὶ πάσης
τῆς ἐν αὐτῇ κρατήσειν δυνάμεως. Καὶ τούτου χάριν
τὸ τῆς σαρκὸς δέλεαρ περιχανὼν , τῷ τῆς θεότητος
ἀγκίστρῳ περιεπάρη, καὶ οὕτως ἤχθη ὁ δράκων διὰ
τοῦ ἀγκίστρου , καθώς φησιν ὁ Ἰὼϐ, ὁ προαναφωνή-
σας δι’ αὑτοῦ τὸ ἐσόμενον , λέγων, ὅτι Ἀξεις τὸν
δράκοντα ἐν ἀγκίστρῳ. Ἀκούσωμεν δέ παρὰ τῆς
τοῦ Προφήτου φωνῆς , τίνα ἦν, ἃ ἡ καρδία τῆς γῆς
αὕτη κατά τοῦ παντὸς ἐϐουλεύσατο, ὅτε κατά τῆς
σαρκὸς τοῦ Κυρίου τὸ στόμα ἤνοιξε. Τί λέγει πρὸς
αὑτὸν Ἡσαΐας ἐλέγχων αὐτόν ; Σὺ εἶπας ἐν τῇ καρ-
δίᾳ σου · Είς τὸκ’τοῠρανὸνίάναὸ³ήσομαι , ἐπάνω
τῶν νεφελῶν θήσω τὸν θρόνον μου, καί ἔσομαι
ὅμοιος τῷ Ὑψίστῳ. Ταῦτα ή πονηρά καρδία καθ’
ἑαυτῆς ἐϐουλεύσατο. Καὶ ἔτι πρὸ τούτων, ὁ μέγας ὲν
κακίᾳ νοῦς,ό πονηρὸς ’Λσσύριος, οἷα πρὸς αὑτὸν δι·-
εξῄει, ἀκούσωμεν πάλιν ἐκ τῆς Ἡσαΐου φωνῆς ο ’Δ
εἷπε ο Τῇ ισχύτ τῆς χειρός μου ποιήσω,καὶ τῇ
σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καί τὴν
ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατ-
οικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλή-
ψομαι ὠς νοσσίαν , καί ὠς καταλελειμμένα ὠὰ
ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξπαί με, ἢ ἀντείπῃ
μοι. Μετά ταύτης τῆς ἐλπίδος δέχεται ἐν ἐαυτῷ τὸν
διὰ φιλανθρωπίαν τοῖς κάτω ἐπιδημήσαντα. Τί δὲ
αὐτῷ ἀντὶ τῶν ἐλπισθέντων γίνεται, διηγεῖται carpi-ix
ἡ πρὸφητεία τὸ κατ’ ἐκείνου πάθος λέγουσα’ Πῶς
ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος Πῶς mvr-
ετρίϐη ἐπὶ τὴν γῆν, ᾧ ὑπεστρώοη ἡ σῆψις , ᾧ
ἔνδυμα γίνεται ’ἡ περιϐολὴ τῶν axem-timur; καὶ
ὅσα ἄλλα περὶ τοῦ ἀφανισμοῦ αὐτοῦ διεξέρχεται ,
άπερ ἔξεστι τῷ ’βουλομένῳ ἐξ αὐτῶν τῶν γεγραμμέ-
νων δι’ ἀκριϐείας μαθεῖν. Ἐμοὶ δέ πρὸς τὸν σκοπὸν
ἐπανακτέον τὸν λόγον.
Διά τοῦτο γίνεται ή ἀληθινὴ σοφία, ἐν τῇ μεγα-
λοῤῥήμονι ταύτῃ καρδίᾳ τῆς γῆς, ἵνα ἐξαφανίσῃ ἐξ
αὐτῆς τὸν μέγαν ἐν κακίᾳ⁴ νοῦν, καὶ φωτισθῇ τὸ σκό-
τος, καὶ καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, καί⁵ τὸ
κακὸν εἰς ἀνυπαρξίαν μεταχωρήσῃ, τοῦ ἐσχάτου
ἐχθροῦ καταργηθέντος, δὲ ἐστιν- θάνατος. Ταῦτά
σοι ἡ τριήμερος προθεσμία κατείργασται. Μὴ βρα-
δεῖα ἡ χάρις; μὴ δι’ ἄκρας περιόδου τοσοῦτον ἀγα.
om κατώρθωται ; Βούλει γνῶναι τὺ ὑπερϐάλλον τῆς
δυνάμεως, τῶν ἐν οὕτω βραχεῖ χρόνῳ κατορθωθέν-
τωνς .⁹Αρίθμησόν μοι πάσας τὰς μεταξὺ γενεὰς τῶν
ἀνθρώπων, ἀπὸ τῆς πρώτης τῶν κακῶν εἰσόδου καὶ
μέχρι τῆς ἀναλύσεως, πόσοι καθ’ ἐκάστην γενεὰν άν-
θρωποι ἐν πόσαις ἀριθμούμενοι μυριάσιν. Ἀδύνατόν
ἐστιν ἀριθμῷ διαλειφθῆναι τὺ πλῆθος, ὧν ἐν ταῖς δια·
δοχαῖς ὴ κακία συνεπλατύνετο , καὶ ὁ κακὸς, τῆς
πονηρίας πλοῦτος είς τοὺς καθ’ ἕκαστον μεριζόμε-
νος, ὃι’ ἑκάστου μείζὲυν ἐγίνετο, καὶ οὕτω πολυγο-
²⁷ lsa ειν, 12 sqq. " ll Cor. v. 5.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.