PG 46, col. 609

ἅμα ἡχρειώθησαν, καὶ οὐκ ἦν ὲν τοῖς οὖσιν οὐδὲν,
ὃ μὴ κακίας ὄργανον ἦν. Τὴν οῦν τοσαύτην τοῦ κα-
κοῦ σωρείαν τὴν ἀπὸ καταϐολῆς κόσμου μέχρι τῆς
κατά τὸ πάθος τοῦ Κυρίου οἰκονομίας συναθροισθεῖ-
dav, ὁ ὲν τρισὶ διαχέας ἡμέραις, μικράν σοι πεποίη-
ται τῆς ὑπερϐαλλούσης δυνάμεως τὴν ὲπίδειξινς ἢ
οὐχὶ πασῶν τῶν ἐν ταῖς ἱστορίαις θαυματοποιῶν
ίσχυροτέραν; Ὥσπερ γάρ πλεονάζει τοῦ Σαμψὼν τὸ
θαῦμα, ού κατά τὸ κατισχύσαι μόνον τοῦ λέοντος,
ἀλλά καὶ τὸ ἀπόνως αὐτὸν διαχειρίσασθαι γυμναῖς
καὶ ἀόπλοις χερσὶ τὸν θῆρα καταπαίζοντα διανσπάσα- Β
σθαι · οὕτω καὶ τοῦ δίχα πάσης ὲργωδίας τὸν Κύριον
τὴν τοσαύτην ἀφανίσαι κακίαν, ἀπόδειξις μείζων
ἐστὶ. τοῦ τῆς δυνάμεως ὑπερϐάλλοντος. Οὐχ ὑδάτων
ἀπείρων ὲπιῤῥοαὶ ὲκ τῶν ἄνωθεν καταρακτῶν τῷ
ὑποκειμένῳ ὲγκαταπίπτουσαι, οὐδὲ ἄϐυσσοι τῶν
ἰδίων ὅρων ὑπεροιδαίνουσαι, καὶ τοῖς πελάγεσι τὴν
γῆν ὲπικλύζουσαι, οὐδὲ πᾶσαὴ οἰκουμένη νηὸς δίκην
αὖτανδρος τῷ βυθῷ καλυπτομένη, οὐδὲ ὅρη γινόμενα
βύθια, καὶ κορυφαὶ τῶν ὀρῶν ὑποϐρύχιοι· οὐδὲ καθ’
ὁμοιότητα Σοδόμων αί τῆς φλογὸς ἐπομϐρίαι τῷ πυρὶ
τὸ διεφθορὸς ὲκκαθαίρουσαι,’ οὐδὲ ἄλλο τι τοιοῦτον
οὐδέν ο ἀλλὰ ἀπλῆ τις καὶ ἀκατάληπτος ἐπιδημία
μόνη ζωῆς , καὶ¹ φωτὸς παρουσία , τοῖς ἐν σκότει καὶ
σκιᾷ θανάτου καθημένοις, ἔκλειψιν παντελῆ καὶ
ἀφανισμὸν τοῦ τε σκότους καὶ τοῦ θανάτου πεποίηται.
Εἴπω τι πρὸς τοῖς εἰρημένοις καὶ ἓτερονξ Ἐφύη τὸ
κακὸν ἐν τῷ ὄφει · ἡττήθη ἡ γυνὴ τῆς πείρας τοῦ
δράκοντος · ἡττήθη μετὰ ταῦτα τῆς γυναικὺςό
ἀνήρ. Διὰ τριῶν ἔσχε τὸ κακὸν τὴν γένεσιν. Πρὸς τί
μοι βλέπει τούτωνή μνήμη; Ἔστι τινὰ τοῦ ἀγαθοῦ
τάξιν διὰ τῆς ἐν τῷ κακῷ τάξεως κατανοῆσαι. Τρία
βλέπω ταῦτα τοῦ κακοῦ δοχεῖα · πρῶτον μὲν , ἐν ᾦ
τὸ πρῶτον συνέστη ο δεύτερον, είς ὃ μετερῤύη · τρί-
τον, ὲν μετὰ ταῦτα ἐπεγένετο. Ἐπειδὴ τοίνυν ὲν
τοῖς τρισὶ τούτοις ἡ κακία ὲπλήμμυρε,τῇ διαϐολικῇ,
λέγω, φύσει, καὶ τῷ τῶν γυναικῶν γένει, καὶ τῷ
πληρώματι τῶν ἀνδρῶν · τούτου χάριν ἀκολούθως ὲν
τρισὶν ἡμέραις ἡ νόσος ἐξαφανίζεται, ἑκάστῳ γένει
τῶν ὲν κακίᾳ νενοσηκότων μιᾶς ἡμέρας ἀποκληρω-
θείσης πρὸς ἴασιν ο ὲν μιᾷ ἡμέρᾳ οἱ ἄνδρες τῆς νό-
σον καθαίρονται· ὲν τῇ δευτέρᾳ, τὸ τῶν γυναικῶν
θεραπεύεται γένος · ὲν τῇ τελευταίᾳ ,ἔσχατος ἐχθρὸς
καταργεῖται ὁ θάνατος, καὶ περὶ αὐτὸν ἀρχαί τε, καὶ
ἐξουσίαι, καὶ δυνάμεις τῶν ἀντικειμένων δυνάμεων
τῶν τε προκαθημένων συναφανίζονται. Μὴ θαυμάσῃς
δὲ εί χρονικοῖς διαστήμασιν ἡ τοῦ ἀγαθοῦ κτίσις
ἐπιμερίζεται. Καὶ γὰρ παρὰ τὴν πρώτην τοῦ κό-
σμου γένεσιν, οὐκ ἠτόνειὴ θεία δύναμις ἅπαντα ὲν
ἀκαρεῖ τελειῶσαι τά ὅντα, ἀλλ’ ὅμως συμπαραλαμ-
ϐάνει τῇ δημιουργίᾳ τῶν ὄντων καὶ τά χρονικὰ δια-
στήματα· ὡς τόδε μέν τι κατὰ τὴν πρώτην ἡμέραν
⁸⁹ Psal. xm, 5. “'Judic. XIV, 6.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.