PG 46, col. 612

κακὸν ἐξοικίζεται, ἐξ ἀνδρῶν, ἐκ γυναικῶν, καὶ τοῦ
γένους τῶν ὄφεων, ἐν οἷς πρώτοις ή τῆς κακίας φύς
σις ἔσχε τὴν γένεσιν. .
Ἀλλά περὶ μὲν τῆς τοῦ ἀριθμοῦ τῶν ἡμερῶν αί
τίας , ταῦτα ὑπενοήσαμεν ο εἴτε δὲ ὀρθῶς, εἴτε καὶ
μὴν ὲν τῇ κρίσει τῶν ἀκροατῶν καταλείψομεν. Οὐ ’
γὰρ ἀπόφασις 6 λόγος ἐστὶν, ἀλλά γυμνασία καὶ ζή-
τησις. Εἰ δὲ ζητεῖς δι’ ἀκριϐείας ίδεῖν ὲν τῷ πάθει
τῶν ἡμερῶν τούτων τὴν προθεσμίαν (λείπει γὰρ τῷ ’
ἀριθμῷ οὐκ ὀλίγον, εί μετά τὴν ἐννάτην τῆς παρα-
σκευῆς ῶραν ἀριθμοίης τὸν χρόνον, ἀφ’ ἧς ταῖς πα-
τρικαῖς χερσὶ¹ τὸ πνεῦμα παρέθετο), μικρὸν ἐπίσχες,
καὶ παρέξει σοι τυχὸν 6 λόγος τὴν περὶ τούτου σα·
φήνειαν. Τίς οὖν 6 λόγος ; Ἀνάϐλεψον είς τὸ μεγα-
λεῖον τῆς θείας δυνάμεως, καὶ οὐκ ἀγνοήσεις τὸ ἐν
τόπῳ ζητούμενον. Μνήσθητι τῆς Δεσποτικῆς ἀποφά-
σεως, τί περί αὑτοῦ ἀποφαίνεται 6 τοῦ παντὸς ἐξημ-
μένος τδ κράτος ο πῶς ἀὐτοκρατορικῇ ἐξουσίᾳ, καὶ
οὐ φύσεως ἀνάγκῃ διαζεύγνυσι τὴν ψυχὴν ἐκ τοῦ
σώματος , ἐν οἷς φησιν, ὅτι Οὐδείς αἴρει τὴν ψυ-
χήν μου, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀφ’ ἑαυτοῦ. Ἐξ-
ουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω πά-
λιν λαϐεῖν αὑτήν. Τοῦτό μοι στήτω, καὶ τὸ ζητού-
μενον σεσαφήνισται.
’0 γὰρ πάντα κατά τὴν δεσποτικὴν αὐθεντίαν
οἰκονομῶν, οὐκ ἀναμένει τὴν ἐκ τῆςπροδοσίας
ἀνάγκην, καὶ τήν λῃστρικὴν ἔφοδον τῶν Ἰουδαίων,
καὶ τὴν τοῦ Πιλάτου παράνομον κρίσιν, ὥστε τὴν
ἐκείνων κακίαν ἀρχηγὸν καὶ αἰτίαν τῆς κοινῆς
τῶν ἀνθρώπων σωτηρίας γενέσθαι· ἀλλὰ προλαμ-
ϐάνει τῇ οἰκονομίᾳ τὴν ἔφοδον, κατὰ τὸν ἀῤῥητον
τῆς ἱερουργίας τρόπον, καλ¹ τοῖς ἀνθρώποις ἀόρατον,
καὶ ἐαυτὸν προσήνεγκε προσφορὰν καὶ θυσίαν ὑπὲρ
ήμῶν, ό ἱερεὺς ἅμα, καὶ ό ἀμνὸς τοῦ Θεοῦ, ό αίρων
τὴν ἁμαρτίαν τοῦ κόσμου. Πότε τοῦτο; Ὅτε βρωτὺν
ἐαυτοῦ τὸ σῶμα είς βρῶσιν σαφῶς ἐνδείκνυται τῷ
ἤδη γεγενῆσθαι ἐντελῆ τοῦ ἀμνοῦ τὴν θυσίαν. Οὐ γὰρ
ἂν ἦν τὸ σῶμα τοῦ ἱερείου πρὸς ἐδωδὴν ἐπιτήδειον,
εῖπερ ἔμψυχον ἦν. Οὐκοῦν ὅτε παρέσχε τοῖς μαθηταῖς
ὲμφαγεῖν τοῦ σώματος, καὶ τοῦ αἵματος ἐμπιεῖν, ήδη
κατά τὸ θελητὺν τῇ ἐξουσίᾳ τοῦ τὸ μυστήριον οἰκο-
νομοῦντος ἀρρήτως τε καὶ ἀοράτως τὸ σῶμα ἐτέθυτο.
Καὶή ψυχὴ ἐν ἐκείνοις ἦν, ἐν οἷς αὐτὴν ή ἐξουσία
τοῦ οίκονομοῦντος ἐναπέθετο μετά τῆς ἐγκεκραμένης
αὐτῇ θείας δυνάμεως, τὸν ἐν καρδίᾳ ἐκεῖνον χῶρον
περιπολοῦσα. Οὐκοῦν ἀφ’ οὗ προσήχθη τῷ Θεῷ ἡ
θυσία παρὰ τοῦ μεγάλου Ἀρχιερέως, τοῦ τὸν ἐαυτοῦ
ἀμνὸν ὑπὲρ τῆς κοινῆς ἁμαρτίας ἀρρήτως τε καὶ ἀορά-
τως ίερουργήσαντος, ἀπὸ τότε τις ἀριθμῶν τὸν χρόνον
τῆς ἀληθείας οὐχ ἁμαρτήσεται. Ἐσπέρα μὲν γὰρ ἦν
ὅτε ἐϐρώθη τὸ ἱερὸν ἐκεῖνο καὶ ἆγιον σῶμα. Νὺξ
δὲ τὴν ἑσπέραν ἐκείνην ή πρὸ τῆς παρασκευῆς διεδέ-
ξατο. Εἶτα ἡ τῆς παρασκευῆς ἡμέρα, τῇ ἐπεισάκτῳ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.