PG 46, col. 624

των ἥκουσαν τοὺ ὲν αὑτῴ φανέντος δύναμίν τε καὶ
πρόνοιαν διασημαίνει, καὶ τούτου χάριν ἑκάστῆν
προϐολὴν ἰδιαζούσαις κατονομάζει φωναῖς· βάθος λέ-
γων τὸ ὲκ τοῦ μέσου κάτω , καὶ ὕψος τὸ ὑπερκείμε-
νον· πλάτος δὲ καὶ μῆκος, τὸ ἐκ πλαγίου παρατεινό-
μενον μετά τὴν συμϐολὴν ἑκατέρωθεν · ὡς τὸ μὲν ί
ἔνθεν τοὺ μέσου, πλάτος, τὸ δὲ ἑτέρωθεν, μῆκος προσ-
αγορεῦσαιο δι’ ὧν τοῦτο μοι δοκεί σαφῶς διασηο
μαίνειν τῷ λόγῳ, ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν, ὃ μὴ
τῇ θεία διακρατεῖται φύσει, τὸ ὑπερουράνιον, τὸ
ὑποχθόνιον, τὸ ἐπὶ τὰ πέρατα τῶν ὄντων πάντοθεν
ἐκ πλαγίου παρατεινόμενον. Σημαίνει γάρ διὰ μὲν
τοῦ ὕψους, τὸ ὑπερκείμενονο διὰ δὲ τοὺ βάθους, τὸ
ὑποχθόνιον ’ τῷ μήκει δὲ καὶ τῷ πλάτει, τά διά μέ-
σου πέρατα, τὰ ὑπὸ τῆς πᾶν διακρατούσης δυνάμεως
συνεχόμενα. Ἔστω δὲ διὰ τῶν ἐν τῇ σῇ ψυχῇ γινομέ-
νων ὲν τῇ περὶ Θεοὺ ἐννοίᾳ ὴ τῶν λεγομένων ἀπόο
δειξις. Ἀνάϐλεψον γὰρ εἰς τον οὐρανὸν, καὶ τὰ κάτω
βάθη τῷ λογισμῷ κατανόησον, ἔκτεινον ἐπὶ τά πλάγια
καὶ τὰ ἄκρα τῆς τοῦ παντὸς συστάσεως τὴν διάνοιαν,
καὶ λόγισαι τίς ,ἐστιν ή ταῦτα συνέχουσα δύναμις,
οἷόν τις σύνδεσμος τοῦ παντὸς γινομένη. Καὶ ὄψει ὡς
αὐτομάτως ἐν τῇ διανοίᾳ. ἡ περὶ τῆς θείας δυνάμεως
ἔννοια τὸ σχῆμα τοὺ σταυροὺ ὲγχαράσσεται, ὲκ τῶν
ὑψηλοτέρων ἐπὶ τά βάθη καθῆκον, καὶ ἐπὶ τά πέρατα
τῶν ἄκρων ὲγκαρσίως παρατεινόμενον.
Τοῦτο τὸ σχῆμα καὶ ὁ μέγας Δαόὶδ ἐν τῷ καθ’
ἑαυτὸν ὕμνησε λόγῳ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Hreu-
ματός σου. καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύταη
Ἐὰν ἁναόῶ εὶς τὸν οὐρανὸν (τοῦτο τὺ ὕψος ).
Ἐὰν καταϐῶ είς τὸν ᾅδην (τοῦτο τὸ βάθος ). Ἐὰν
ἀναλὰϐοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, ὅ ἐστιν
ἡ ἀνατολὴ τοὺ ἡλίου (τοῦτο τὸ πλάτος). El κατα-
σκηνὼσαιμι εὶς τὰ ἔσχατα τῆς θαλάσσης (οὕτω
γὰρ τὰς δυσμὰς ὸνομάζει)’ ιτοῦτο τὸ μῆκος. Ὁρᾷς
πῶς διαζωγραφεῖ τὸ τοῦ σταυροῦ σχῆμα διὰ τῶν
λεγομένων; Σὺ εἷ, φησιν, ὁ διὰ πάντων ἥκων, καὶ
σύνδεσμος τῶν γινομένων, καὶ πάντα ἐν ἐαυτῷ δια-
ιαμὸάνων τὰ πέρατα. ’Λνω σὺ εἴ, κάτω σὺ πάρει,
ἐν τῷ πέρατι τούτῳ ἡ χείρ σού ἐστιν, καὶ, ὲν τῷ
ἑτέρῳή δεξιά σου ὁδηγεῖ. Διὰ τοῦτο καὶ ὀ μέγας
Ἀπόστολος, ἔνθα πληρωθῇ τὰ πάντα τῆς πίστεως καὶ⁵
ἐπιγνώσεως, προσκυνεῖσθαι λέγει τὸν ὑπὲρ πᾶν
ὄνομα ὄντα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὑπό τε
τῶν οὑ ρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίωνθ
πάλιν καὶ διὰ τούτων κατὰ τὸ σχῆμα τοῦ σταυροῦ
μερίζει τοῦ σταυροῦ τὴν προσκύνησιν. Ἦ μὲν γὰρ
ὑπερκόσμιος λῆξις ἐν τῷ ἅνω τοῦ σταυροῦ μέρει τῷ
Δεσπότῃ πληροῖ τὴν προσκύνησιν· ἡ δὲ ἐγκόσμιος, ἐν
τοῖς μέσοις ὴ δὲ ὑποχθόνιος, τοῦ βάθους ἑχεται.
Τοῦτο καὶ τὸ Ἰὦτά ἐστι κατὰ τὸν ἐμὸν λόγον, τὸ
lb. xxw, 55.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.