PG 46, col. 693

ἐπὶ τὴν κάθοδον, ἐπαρθῆναι κελεύουσι τῶν περιγείων
ἀγγέλων, τῶν τὴν ἀνθρωπίνην ζωὴν πεπιστευμένων,
τὰς εἰσόδους, λέγουσαν Ἄρατε πύλας, οι ἄρχοντες,
ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αίώνιοι, καί εἰσελεύ-
σεται ό Βασιλεὺς τῆς δόξης. Καὶ ἐπειδὴ είς ὃ ἂν
γένηται 6 τὸ πᾶν ὲν ἐαυτῷ περιέχων, σύμμετρον ἐαυ-
τὸν τῷ δεχομένῳ ποιεῖ · οὐ γάρ μόνον ἐν ἀνθρώποις
ἅνθρωπος γίνεται, ἀλλά κατὰ τὸ ἀκόλουθον πάντως
καὶ ὲν ἀγγέλοις γινόμενος, πρὸς τὴν ἐκείνων φύσιν
ἑαυτὸν συγκατάγει · διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ
τοῦ δεικνύντος· Τίς ἐστιν οὗτος ό Βασιλεὺς τῆς δό-
ξηςς Ob χάριν τὸν κραταιὸν αὐτοῖς καὶ δυνατὸν ἐν Β
πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν αἰχμα-
λωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι, καὶ
καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος* ἶνα
τοῦ ἐσχάτου ἐχθροῦ ἀφανισθέντος, εἰς ἐλευθερίαν τε
καὶ είρὴνην άνακληθῇ τὸ ἀνθρώπινον. Πάλιν διεξέρ-
χεται τὰς ὁμοίας φωνάς’ πεπλήρωται γὰρ ἡδη τὸ τοῦ
θανάτου μυστήριον , καὶ κατώρθωται κατά τῶν πο-
λεμίων ἡ νίκη , καὶ ἐγήγερται τὸ κατ’ αὐτῶν τρόο
παιον 6 σταυρός* Καὶ πάλιν ἀνέϐη είς ὕψος, αἰχμα-
λωτεύων τὴν αἰχμαλωσίαν, ὁ δοὺς τὴν ζωήν τε καὶ
τὴν βασιλείαν, τά ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώ-
ποις. Καὶ δεῖ πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας
πύλας αὐτῷ, Ἀντιμεταλαμϐάνουσι τὴν προπομπὴν
ol ἡμέτεροι φύλακες, καὶ ἀνοιχθῆναι αὑτῷ τὰς ὑπερ-
κειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς
δοξασθῇ. Ἀλλ’ ἀγνοεῖται 6 τὴν ρυπαράν στολὴν τοῦ
ἡμετέρου βίου περιὸαλόμενος, οὗ τὸ ἐρύθημα τῶν
ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. Διά
τοῦτο παρ’ ἐκείνων ἡ ἐρωτηματικὴ αῦτη φωνὴ πρὸς
τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ό
Βασιλεὺς τῆς δόξης ; εἶτα, ἡ τούτων ἀπόκρισις,
οὐκέτι, Ὀ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά,
Κύριος τῶν δυνάμεων, 6 τοῦ παντὸς ἐξημμένος τὸ
κράτος, 6 ἀνακεφαλαιώσας τὰ πάντα ἐν ἐαυτῷ, 6 ἐν
πᾶσι πρωτεύων, ὁ είς τὴν πρώτην κτίσιν ἀποκατα-
στήσας τά πάντα , αὐτός ἐστιν 6 Βασιλεὺς τῆς δόξης.
Ὁρᾶτε ὅπως ἡμῖν γλυκυτέραν τὴν ἐορτὴν 6 Δαὸὶδ
ἀπειργάσατο, τὴν, ἰδίαν χάριν τῇ φαιδρότητι τῆς
Ἐκκλησίας ἐγκαταμίξας. Οὐκοῦν μιμησώμεθα κα
ἡμεῖς τὸν Προφήτην, ἐν οἷς δυνατόν ἐστι κατορθῶσα
τὴν μίμησιν, ὲν τῇ πρὸς θεὸν ἀγάπῃ, ἐν τῇ τοῦ βίου πρᾳότητι, ἐν τῇ πρὸς τοὺς μισοῦντας μακροθυμία ·
ἶνα γένηται ἡ τοῦ Προφήτου διδασκαλία τῆς κατά Θεὸν πολιτείας χειραγωγία, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν, ᾧ ἡ δόξα είς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
⁵ Heb. ιι, Η. “Psal. uvu, 19. ³ lsa. um, 2.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.