PG 46, col. 720

κνυται νοῦν, κατὰ τὸ προχείρως νοούμενον. Φημὶ
κάγώ’ ἀλλ’ οὐχ ὅπερ ἐπὶ τῶν σωμάτων ή τῶν ῥη-
μάτων έμφασις δείκνυσι, τοῦτο κα)⁵ ἐπὶ τῆς ἀσω-
μάτου φύσεως εὐαγές ὲστι λογίζεσθαι. Ἐπ’ άν-
θρὼπου μὲν γάρ ἡ καθέδρα, τὴν ἐπὶ τῷ ἰσχίῳ τοῦ
σώματος ὑπογράφει θέσιν· ὡς ἂν μὴ διὰ παντὸς
κάμνοι τῆς ἀγκύλης 6 τόνος, ἐφ’ ἑαυτοῦ τὸ βάρος
ἀνέχων τοῦ σώματος. Καὶ τὸ ἔμπαλινή στάσις, δρ-
θιον ἐπὶ γονάτων ὲρμηνεύει τὸν ἄνθρωπον, οὑκ ἐπ’
ἰσχίῳ διὰ καθέδρας ἀναπαυόμενον. Ἐπὶ δὲ ὑπερ-
εχούσης φύσεως, καθαρεύει τῶν τοιούτων νοημάτων
ὴ καθέδρα τε καὶ ἡ στάσις, ἐπίσης ἑκατέρα τῆς κατά
τὸ πρόχειρον νοουμένης ἐμφάσεως κεχωρισμένη.
Οῦτε γάρ τὴν ἐπ’ ἀγκύλῃ στάσιν τοῦ ἀσωμάτου, οὔτε
τὴν ἐπὶ ἰσχίῳ καθίδρυσιν τοῦ ἀσχηματίστου παραλη-
ψόμεθα. Ἀλλὰ δι’ ἑκατέρας φωνῆς τὸ ἐν παντὶ
άγαθῷ στάσιμον, καὶ έν παντὶ ἀμετάθετον, εὐσεϐῶς
νοήσομεν. ’Ὀ τε γὰρ ἑστάναι καὶ 6 καθῆσθαι τὸ Θεῖον
λέγων, οὐδὲν πρὸς ἀλλήλους ἐν τῇ τῶν ῥημάτων ἑτε-
ρότητι περὶ τὸν νοῦν διαφέρονται· 6 μὲν βεϐηκέναι
παγίως, 6 δὲ καθιδρύσθαι ἀμεταθέτως τὸ Θεῖον ὲν
τῷ ἀγαθῷ δογματίζοντες. Ὥσπερ δὲ 6 προφήτης
Δαϐὶδ, καὶ 6 ἀπόστολος Παῦλος, τὴν τοῦ Μονογενοῦς
καθέδραν ὲν τοῖς καθ’ ἑαυτὸν ἑκάτερος λόγοις δι-
ηγούμενοι ούκ ἔδωκαν νοεῖν, δτι τοῦ Πατρὸς ἑστῶτος,
6 Υἰὸς ὲν καθέδρα ἐστὶ, καίτοι γε μόνης μνησθέντες
τῆς τοῦ Υἱοῦ καθιζήσεως· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ
τοῦ Στεφάνου, τοῦ Υἰοῦ τὴν στάσιν ἀκούσας, οὐκέτ’
ἂν εὐλόγως περὶ τῆς τοῦ Πατρδς καθέδρας ὑπονοήο
σειας. Ὦς γάρ ἐπὶ τοῦ Παύλου καὶ τοῦ Δαϐὶδ τὸ καθ-
ῆσθαι τὸν Πατέρα, διὰ τοῦ καθίσαι τὸν Υἱὸν ὲκ
δεξιῶν συνωμολόγηται, καίτοι τοῦ λόγου μηδὲν περί
τοῦ Πατρὸς προδιδάξαντος ⁸ κατὰ τὸν αὐτὸν τρόπον
καὶ ἐπὶ τοῦ Στεφάνου, η τοῦ Υίοῦ στάσις τὸ ἴσον⁸
καὶ ἐπὶ τῆς δόξης τοῦ Πατρὸς συνενδείκνυται. Οῦτω
γὰρ ἂν 6 τῆς εἰκόνος διασωθείη λόγος, εἰ πᾶν ὃ τί,
πέρ ἐστιν έν τούτῳ νοούμενόν τε καί καθορώμενον(
τὸ αὐτὸ καὶ ὲν τῷ ἀρχετύπῳ πιστεύοιτο. Καὶ ὡς ὲν
τῷ ἀγαθῷ τὸ ἀγαθὸν, καὶ ὲν τῷ φωτί τδ φῶς, καὶ
ὲν πᾶσι τὸ πρωτότυπον κάλλος διὰ τῶν οίκείων ἐν
τῇ εἰκόνι χαρακτηρίζεται· οὕτω καὶ ὲν τῇ καθέδρᾳ
τοῦ Υίοῦ, ὅ τί ποτε νοεῖν τοῦτο τὸ ὄνομα δίδωσι, καί⁵
ἡ τοῦ Πατρός καθέδρα καταλαμϐάνεται, ὁμοίως καὶ
έν τῇ στάσει ή στάσιςο ὡς ἂν μὴ διαπέσοι τῆς εἰκόνος
6 λόγος, ἐν τῇ ἀπαλλάξει τῶν ἰδιωμάτων τοῦ ἀρχετύ-
που ἀλλοτριούμενος. Ταῦτα ἡμῖν, ἀδελφοὶ, κατὰ
πάροδον πρὸς τὸ προκείμενον ζήτημα τεθεωρήσθω ,
τῆς τοῦ Στεφάνου ὀπτασίας τὴν τοιαύτην θεωρίαν
ὲπεισενεγκούσης τῷ λόγῳ. Γένοιτο δὲ ἡμᾶς, μὴ
θεατὰς μόνον γενέσθαι τῆς τοῦ Στεφάνου ἀθλήσεως,
ἀλλὰ καὶ μετόχους τῆς χάριτος, πληρωθέντας τοῦ
ἀγίου Πνεύματος, εἰς καθαίρεσιν τῶν ἀντιδίκων, εἰς
δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ή δόξα
cxx, l. " Hebr. ι, l3. . ³² Act. vn, 55. ,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.