PG 46, col. 797

πάλων. Κρείττων μὲν γάρ ἦν τῶν δημευόντων, αὑ-
τὸς ἐαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας.
Τοῦ κατά τὴν ἐξορίαν φόϐου ἀπήλλακτο , μίαν πα·-
τρίδα ἀνθρώπων, τὸν παράδεισον εἶναι λέγων, πᾶσαν
δὲ τὴν γῆν ώς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων.
Ὀ δὲ καθ’ ἡμέραν ἀποθνήσκων , καὶ πάντοτε διά
νεκρώσεως ἑκὼν δαπανώμενος , πότε ἂν ἐφοϐήθη τὸν
θάνατον τὸν παρά τῶν ἐχθρῶν ἀπειλούμενον; ᾧ γε
συ μφορά ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρ-
τύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἐνὶ
θανάτῳ ὑπεζευγμένης τῆς φύσεως· ὃς ποτε, τῶν
ὑπάρχων τινὶ τὸ ἦπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων
καταπληκτικῶς ἀπειλήσαντι , μειδιάματι τὴν ἀπαί-
δευτον ἀπειλὴν καταχλευάζων φησί’ Χάριν είσομαί
σοι τῆς προαιρέσεως. Καὶ γάρ οὐ μετρίως ἀνιᾷ τὸ
ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον. Ἐκϐαλὼν οὖν
αὐτὸ, καθὼς ἠπείλησας , τοῦ λυποῦντος ἐλευθερώσεις
τὸ σῶμα.
tyrum pro veritate certamina imitari, cum uni morti duntaxat natura obnoxia sit
cumam διίίιιιθηάο se ίθευτ eius de visceribus erepturum terrendi causa minanti subridendo in-
sulsas atque protervas minas diludens , Gratiam tibi, inquit, hujus voluntatis atque propositi nomine
habebo. Etenim haud mediocriter molestum est jecur visceribus incumbens. Si ejeceris ergo illud,
ut minaris, re molesta atque odiosa corpus liberaveris.
Τί τοίνυν αὐτοῦ τὸ μεθ’ ἐτέρους ἁγίους ἐπιδημῆσαι
τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν,
ῶς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δο⁴
κεῖν εἶναι τὴν ἐπὶ τούτῳ πανήγυριν; Σκόπησον γὰρ,
εί δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαόόντων ἁγίων τὸν
τούτου βίον ἀντεξετάζων. Ἦγάπησε τὸν Θεὸν ό Παῦ-
λος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον , τὸ τῆς
ἀγάπης λέγω · ἀφ’ ἦς πᾶσα πίστις, καὶ ἐλπὶς
πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν
σι’-,ειῑντ)⁸ καλῷ ἀμετάπτωτον , κα)⁸ τὸ μετά παντὸς πνευ-
ματικοῦ χαρίσματος τὸ πλέον ἔχειν. Ἀλλ’ ἐξετάσω-
μεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ
μέτρον. Ἐρεῖς πάντως. ὅτι ἐξ ὅλης καρδίας καὶ ἐξ
ὅλης ψυχῆς , καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ ἠγάπησε
Θεὸν. Τοῦτον γάρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς
Θεόν ἀγάπης ὅρον ὁ νόμος. Οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ
τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀνα-
θεὶς τῷ Θεῷ, καὶπρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν
βίον τοῦτον σπουδαζομένων ἐπιρρεπῶς διακείμενος,
ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ. Ei μὲν οὖν
ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν
κατά τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν
ῥοπὴν, οἷον περὶ πλοῦτον, ἢ δυναστείαν , ἦ κενῆς
δόξης ἐπιθυμίαν (τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ’
³ αὐτῷ τῶν ἡδονῶν, οὐδὲ λέγειν ἀξιον εἰκός ἐστιν). ὃ τι
ἂν τούτων εὑρεθῇ σπουδαζόμενον , ἐλαττοῦσθαι λέ·-
γειν δεῖ κατ’ ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ
μέτρον , τῆς ἐπιθυμητικῆς αὑτοῦ διαθέσεως ἀπὸ τοῦ
Θεοῦ πρὸς τὰ ὑλώδη μεταρῤυείσης. Εἰ δὲ πάντων
τούτων καί⁸ τῶν τοιούτων ἐχθρός τις ἦν καλ⁸ πολέμιος,
πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμ-
παθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινηη

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.