PG 46, col. 816

προαιρέσεως γίνεται κτῆμα, κᾶν ὃτι μάλιστα καλὸν
ᾖ, ούδεμίαν εὐφημίαν ἐκείνῳ φέρει, ᾧ κατὰ τὺ αὐτὸ
συνηνέχθη. Οὐκοῦν σιωπάσθω πατρὶς καὶ γένος, καὶ
πᾶν τὸ τοιοῦτον, δ τῇ αὐτομάτῳ συντυχία tot; ἐπιτυ-
χοῦσι συμφέρεται. Ἐκείνης δ’ ἄν τις εἰκότως ἐπ’ αὑ-
τοῦ μνησθείη πατρίδος τε καὶ εὐγενείας, ἡ διά προαι-
ρέσεως τοῖς ἐσπουδακόσι προσγίνεται.
Τίς οὗν ἡ Βασιλείου εύγένεια; Καὶ τίς ὴ πατρίς;
Γένος μὲν αὐτῷ ἠ πρὸς τὸ Θεῖον οἰκείωσιςο πατρὶς
δὲ, ἡ ἀρετή. '0 γάρ τὸν Θεὸν δεξάμενος, καθώς φησι
τὸ Εὑαγγέλιον, ἐξουσίαν ἔχει τέκνον Θεοῦ γενέσθαι.
Τί δὲ τῆς πρὸς Θεὸν συγγενείας εὐγενέστερον ἄν τις
ἐπιξητήσειεν; '0 δὲ ἐν τῇ ἀρετῇ ὢν, καὶ⁵ ταύτην
γεωργῶν, καὶ ἐκ ταύτης προσοδευόμενος, πατρίδα
πάντως ἐαυτοῦ ποιεῖται τοῦτο ᾧ ἐμϐιοτεύει. mepe-
σύνη ἦν αύτῷ τὸ ἐφέστιον, σοφία τὸ κτῆμα · δικαιο-
σύνη δέ καὶ ἀλήθεια καὶ καθαρότης, τά λαμπρὰ καὶ
περίϐλεπτα τῶν οἰκοδομημάτων κάλλη · οἷς ἐνδιαιτώ-
μενος ἐπηγάλλετο πλέον, ἢ ὅσον οἱ τοῖς μαρμαρίνοις
τε καὶ χρυσοπάστοις οἴκοις ὲναϐρυνόμενοι. Et τις άπὸ
τοιαύτης αὐτὸν ἐγκωμιάζοι πατρίδος, καὶ άπὸ τοιούτου
σεμνύνοι γένους, άληθῆ τε λέξει, καὶ ἀπὸ τῶν κεχαρι-
σμένων αύτῷ τοὺς ἐπαίνους ποιήσεταιο γῆν demat αἷμα,
καὶ σάρκα, καὶ πλοῦτον, καὶ δυναστείας , καὶ τάς ἐν
τούτοις περιφανείας προσμαρτυρείτωσαν οἱ βουλόμενοι
τοῖς τοῦ κόσμον φίλοις. Ei οὖν ἀχώρητον τῷ ἡμετέρῳ
λόγῳ τὸ ἁρμόζον ἐκείνῳ ἐγκώμιον, παραιτητέον ἂν
εἴη τάς τοιαύτας σπουδάς, καὶ παραγράφεσθαι τῶν
ἐγκωμίων τάς τέχνας. Πῶς οὖν τὴν ἐπ’ αὐτῷ μνή-
μην άγάγωμεν, ἴσως ἐρεῖ τις, εἰ μὴ μετ’ ἐγκωμίων
τοῦτο ποιήσομεν; Πῶς ὁ νόμος τῆς Γ ραφῆς πληρω-
θήσεται, ὅς φησι, τὴν μνήμην τῶν δικαίων μετ’
ἐγκωμίων δεῖ γενέσθαι, εὶ τὸν μὲν διά τῶν ἀληθῶν
ἐπαίνων τὸν λόγον προσάγειν ἐστὶν ἀμήχανον, τὸ οε
διὰ τῶν κοινοτέρων ἐφύδριστον; Ἀλλ’ ἔστιν ἴσως οὐκ
άπορῆσαί τινος ἐπινοίας. ὼς μὴ πάντη τῶν ἡμετέρων
αὑτὸν ἐπαίνων καταλειφθῆναι ἀγέραστον. Τίς οὖν
ἐστιν ἡ ἐπίνοια; ⁷Τίς οὐκ οἶδεν, πᾶς λόγος τῶν
ἔργωνιδιεζευγμένος, μάταιος ,καθ’ ἑαυτὸν καὶ ἀνυπό-
στατος; Ἦ δὲ τῶν ἔργων φύσις ἐν ὑποστάσει καὶ
ἀληθείᾳ τὸ λεγόμενον δείκνυσιν.
Οὐκοῦν προτιμότερος ἂν εῐη τοῦ λόγου ὁ διὰ τῶν
ἔργων πληρούμενος ἔπαινος. Τοῦτο δέ ἐστι τί; Τὸ διὰ
τῆς μνήμης ἐκείνου τὸν βίον ἡμῖν γενέσθαι τῆς συν-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.