PG 46, col. 852

ΔΝΤΙΟΧΕΙΑΣ
Ηῦξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων 6 νέος
ἀπόστολος, 6 συγκαταψηφισθεὶς μετά τῶν ἀποστόλων.
Εἴλκυσαν γὰρ οἱ ἀγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον,
τὸν ἀθλητὴν τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν
oi ἀθληταὶ, τῇ ψυχῇ οἱ καθαροὶ τῇ καρδίᾳ,τδν κήρυκα
τοῦ λόγου oi ὑπηρέται τοῦ λόγου. Ἀλλά μακαριστὸς μὲν
6 Πατὴρ ἡ μῶν, τῆς τε ἀποστολικῆς συσκηνίας, καὶ τῆς
πρὸς τὸν Χριστὸν ἀναλύσεως · ὲλεεινοὶ δὲ ἡμεῖς. Οὐ
γὰρ ὲᾷ μακαρίζειν ἡμᾶς τοῦ Πατρὸς τὴν εὐκληρίαν,
ὴ ἁωρία τῆς ὀρφανίας. Ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν
Χριστῷ εἶναι διά τῆς ἀναλύσεως, ἀλλ’ ήμῖν χαλεπδν
τὸ διαζευχθῆναι τῆς πατρικῆς προστασίας. Ἰδοὺ γὰρ
βουλῆς καιρὸς, καὶ 6 συμϐουλεύων σιγᾷ. Πόλεμος
ἡμᾶς περιεστοίχισται, πόλεμος αἱρετικός ο καὶ 6
στρατηγῶν οὐκ ἐστι. Κάμνει ταῖς ἀρρωστίαις τὸ
κοινὸν-σῶμα τῆς Ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ
εὑρίσκομεν. Ὁρᾶτε ὲν ποταποῖς τά ἡμέτερα. Ἐὅου-
λόμην εῐπως οἷόν τε ἦν τονώσας ἐμαυτοῦ τὴν ἀσθέ-
νειαν, συναναὸῆναι τῷ ὄγκῳ τῆς συμφορᾶς, καί τινα
ῥῆξαι φωνὴν κατ’ ἀξίαν τοῦ πάθους ⁸ καθάπερ οξ
γενναῖοι πεποιήκασιν οὗτοι , μεγαλοφώνως τὴν ἐπὶ
τῷ Πατρὶ συμφορὰν ὀδυρόμενοι. Ἀλλά τί πάθω;
Πῶς βιάσομαι γλῶσσαν είς ὑπηρεσίαν τοῦ λόγου,
καθάπερ τινὶ πέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσανς
Πῶς ἀνοίξω στόμα τῇ ἀφασίᾳ κεκρατημένον ; Πῶς
πρόωμαι φωνὴν, είς πάθη καὶ θρήνους κατά συν-
ηθείας κατολισθαίνουσαν; Πῶς ἀναϐλέψω τοῖς τῆς
ψυχῆς ὀφθαλμοῖς, τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμ-
μένος; Τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ axo-
τεινὴν τῆς λύπης νεφέλην, πάλιν ἐξ αἰθρίας λαμπρὰν
ἀναδείξει τὴν τῆς εἰρήνης ἀκτῖνα; Πόθεν δὲ καὶ ἀνα-
λάμψει ἡ ἀκτὶς , τοῦ φωστῆρος ἡμῖν καταδύναντος ;
’Ὠ κακῆς σκοτομήνης, ἀνατολὴν φωστῆρος οὐκ Elm-
ζούσης ! ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ,
νῦν τε καὶ⁵ πρώην οἱ λόγοι γίνονταιί Τότε γαμικῶς
ὲχορεύομεν, νῦν ἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν.
Τότε ἐπιθαλάμιον, νῦν ἐπιτάφιον ᾄδομεν. Μέμνησθε
γὰρ ὅτε τὸν πνευματικὸν ὑμᾶς γάμον είστιάσαμεν,
τῷ καλῷ νυμφίῳ εἰσοικίζοντες τὴν παρθένον, καὶ

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.