PG 46, col. 857
In English: Funeral Oration on Meletius 1
δαψιλῶς τὴν ἀλάϐαστρον τοῦ μύρου τῆς τοῦ ἱερέως
κεφαλῆς καταχέασα. Ἀλλὰ τὸ ἐν τούτοις διασωζό-
μενον, τί; ὀστέα νεκρὰ, καὶ πρὸ τοῦ θανάτου με·
μελετηκότα τὴν νέκρωσιν θ τὰ λυπηρὰ τῶν συμφορῶν
ἡμῶν μνημόσυνα. Ὢ οἵα φωνὴ πάλιν ἐν Ῥαμὰ
ἁκουσθήσεταιί Ῥαχὴλ κλαίουσαούχὶ τὰ τέκνα αύ-
τῆς, ἀλλὰ τὸν ἄνδρα, καὶ οὐ προσιεμένη παράκλη-
σιν. Ἄφετε, oi παρακαλοῦντες, ἄφετε. Μὴ κατ-
ισχύσητε παρακαλέσαι. Βαρὺ πενθείτω ή χήρα. Αί-
σθέσθω τῆς ζημίας ἧς ἐζημίωται. Καίτοι οὐκ ἀμελέ-
τητός ἐστι⁷ «.505 xmptcpoii:év τοῖς ἀγῶσι τοῦ άθλη- Β
τοῦ προεθισθεῖσα φέρειν τὴν μόνωσιν. Μέμνησθε
πάντως ὅπως ὑμῖν ό πρὸ ήμῶν λόγος τοὺς ἀγῶνας
τοῦ ἀνδρὸς διηγήσατο, ὅτι διὰ πάντων τιμῶν τὴν
ἁγίαν Τριάδα, καὶ ἐν τῷ ἀριθμῷ τῶν ἀγώνων τὴν
τιμὴν διεσώσατο, τρισὶ πειρασμῶν προσϐολαῖς ἐν-
αθλήσας. Ἠκούσατε τὴν ἀκολουθίαν τῶν πόνων, οἷος
ἐν πρώτοις, οἷος ἐν μέσοις, ἐν τελευταίοις οἶος ἦν.
Περιττὴν κρίνω τὴν παράληψιν τῶν είρημένων κα-
λῶς. Ἀλλά τοσοῦτον εἰπεῖν ἴσως οὐκ ἄκαιρονο Ὅτε
τὸ πρῶτον εἶδεν ὴ σώφρων Ἐκκλησία ἐκείνη τὸν
ἄνδρα, εἶδεν πρόσωπον ἀληθῶς ἐν εἰκόνι Θεοῦ με·
μορφωμένον ⁸ εἶδεν ἀγάπην πηγάζουσαν ο εἶδεν χάριν
περικεχυμένην τοῖς χείλεσι· ταπεινοφροσύνης τὸν
ἀκρότατον ὅρον· μεθ’ ὃν οὐκ ἐστιν ἐπινοῆσαι τὸ
πλέον’ κατὰ τὸν Δαϐὶδ, τὴν πραότηταο κατὰ τὸν
Σολομῶντα, τὴν σύνεσιν · ⁸κατὰ τὸν Μωσὲα, τὴν ἀγα-
θότητω κατὰ τὸν Σαμουὴλ, τὴν ἀκρίϐειαν· κατὰ τὸν
Ἰωσὴφ, τὴν σωφροσύνην· κατά τὸν Δανιὴλ, τὴν
σοφίαν ’ κατά τὸν μέγαν Ἠλίαν, ἐν τῷ ζήλῳ τῆς πί-
στεως· κατὰ τὸν ὑψηλὸν Ἰωάννην, ἐν τῇ ἀφθορία
τοῦ σώματος ο κατὰ τὸν Παῦλον, ἐν τῇ ἀνυπερθέτῳ
ἀγάπῃ. Εἷδεν τοσούτων ἀγαθῶν συνδρομὴν περὶ μίαν
ψυχήν· ἐτρώθη τῷ μακαρίῳ ἔρωτι, ὲν τῇ ἁγνῇ καὶ
ἀγαθῇ φιλοφροσύνῃ τὸν νυμφίον ἑαυτῆς ἀγαπήσασα.
Ἀλλά πρὶν τὴν ἐπιθυμίαν ἐμπλῆσαι, πρὶν ἀναπαῦσαι
τὸν πόθον, ἔτι τῷ φίλτρῳ ξέουσα, κατελείφθη μόνη,
τῶν πειρασμῶν τὸν ἀθλητὴν ἐπὶ τοὺς ἀγῶνας κα-
λούντων. Καὶ ό μὲν ἐνήθλει τοῖς ὑπὲρ τῆς εὐσεϐείας
ἱδρῶσιν· ἠ δὲ ὑπέμενεν ἐν σωφροσύνη τὸν γάμον
φυλάττουσα. Χρόνος ἦν ἐν μέσῳ πολὺς, καί τις μοι·
χικῶς κατεπεχείρει τῆς ἀχράντου παστάδος. Ἀλλ’
ή νύμφη ούκ ἐμιαίνετο, καὶ πάλιν ἐπάνοδος, καὶ
πάλιν φυγήο καὶ ἐκ τρίτου ὡσαύτως, ἓως διασχὼν
τὸν αἱρετικὸν ζόφον ό Κύριος, κα)⁸ τὴν ἀκτῖνα τῆς
εἰρήνης ἐπιϐαλὼν, ἔδωκεν ὰνάπαυσίν τινα τῶν ματ
κρῶν πόνων ἐλπίζειν ’ ἀλλ’ ἐπειδὴ πάλιν εἶδον άλλη-
λους, καὶ ἀνενεὼοη τά τῆς σωφροσύνης, καὶ θυμη-
δίαι πνευματικαί· καὶ πάλιν ἀνεφλέχθη ὁ πόθος·
εὐθὺς διακόπτει τὴν ἀπόλαυσιν ἠ ἐσχάτη αὕτη ἁπο-
δη μία.
moto, requietis aliquam a diuturnis laboribus spem fe
castus amor spiritualcsque animi oblectationes renovata: sunt, ac rursus desiderium accensum cst,
statim perceptionem voluptatis haec ultima peregrinatio dirimit et interrumpit.