PG 46, col. 993

δὲ τῶν ἀνδρῶν δῆμον τῷ τῶν μοναζόντων τάγματι ·
μίαν ἐξ ἑκατέρων εὔρυθμόν τε καὶ ἐναρμόνιον, καθά-
περ ἐν χοροστασίᾳ, τὴν ψαλμῳδίαν γενέσθαι παρ-
εσκεύασα, διὰ τῆς κοινῆς πάντων συνῳδίας εὐκόσμως
συγκεκραμένην ο ὡς δέ προῄει κατ’ ὀλίγον ὴ ἡμέρα,
καὶ ἐστενοχωρεῖτο πᾶς ό τῆς ἐσχατιᾶς τόπος τῷ πλή-
θει τῶν παραστάντων , ὀ τῶν τόπων ἐκείνων διὰ τῆς
ἐπισκοπῆς προεστὼς (Ἂράξιος ὄνομα αὐτῷ ⁸ παρῆν
γὰρ σὺν παντὶ τῷ τῆς ἱερωσύνης πληρώματι) παρ-
άγειν ἡρέμα παρεκάλει τὸ σκήνωμα · ὡς πολλοῦ τε
ὄντος τοῦ μεταξὺ διαστήματος, καὶ τοῦ πλήθους
πρὸς τὴν ὀξυτέραν κίνησιν ἐμποδὼν γενησομένου· καὶ
ἅμα ταῦτα λέγων προσεκαλεῖτο πάντας τούς τῆς ἱε-
ρωσύνης αὐτῷ συμμετέχοντας, ὡς ἂν δι’ ἐκείνων
κομισθείη τὸ σῶμα.
Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο, καὶ ἐν χερσὶν ἦνή σπουδή’
εὑποϐάς τὴν κλίνην -ἐγὼ , κάκεῖνον. ἐπὶ τό ἕτερον μέ-
ρος προσκαλεσάμενος ο ἄλλων τε δύο τῶν ἐν τῷ κλήρῳ
τετιμημένων, τὸ ὀπίσθιΟν τῆς κλίνης μέρος ὑπολα-
ϐόντων, ᾔειν τοῦ πρόσω ἐχόμενος, βάδην, ὡς εἰκὸς,
καὶ κατ’ ὀλίγον ἡμῖν γινομένης τῆς κινήσεως. Τοῦ
γὰρ λαοῦ περὶ τὴν κλίνην πεπυκνωμένου, καὶ πάν-
των ἀπλήστως ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος ,
οὐκ ἦν ἐν εὐκολίᾳ τὴν πορείαν ἡμῖν διανύεσθαι· προ⁴
ηγείτοδέ καθ’ ἑκάτερον μέρος διακόνων τε καὶ ὑπηρε-
τῶν οὐκ ὀλίγον πλῆθος, στοιχηδὸν τοῦ σκηνώματος
προπομπεῖων, τὰς ἐκ κηροῦ λαμπάδας ἔχοντες πάν-
τες· καὶ ἦν τις μυστικὴ πομπὴ τὸ γινόμενον, ὀμο-
φὼνως τῆς ψαλμῳδίας ἀπ’ ἄκρων ἐπὶ ἐσχάτους, καθ-
άπερ ἐν τῇ τῶν τριῶν παίδων ὐμνῳδίᾳ, μελῳδουμέ-
νης. Ἐπτὰ δὲ ὄντων, ἢ ὀκτὼ τῶν ἐν μέσῳ σταδίων
ἀπὸ τῆς ἐσχατιάς ἐπὶ τὸν τῶν ἁγίων Μαρτύρων οἷ-
ἆιον, ἐν ᾧ καὶ τὰ τῶν γονέων ἀπέκειτο σώματα· διὰ
τλάσης σχεδὸν τῆς ἡμέρας μόλις τὴν ὁδὸν διηνύσαμεν.
Οὐ γάρ εἴα τὸ πλῆθος, τό τε συνερχόμενον καί τὸ
ἀεὶ προσγινόμενον, κατὰ γνώμην τὴν πρόοδον γενέ-
σθαι. Ἐπειδὴ οὖν ἐντὸς τοῦ οἴκου κατέστημεν, ἁπο-
Θέμενοι τὴν κλίνην, τὰ πρῶτα είς προσευχὴν ἐτρε-
πόμεθα· ἡ δὲ εὐχὴ, θρήνων γίνεται ἀφορμὴ τῷ λαῷ.
Τῆς γὰρ ψαλμῳδίας κατασιγασθείσης· ἐπειδὴ τὸ
ἱερὸν ἐκεῖνο πρόσωπον αἱ παρθένοι προσέϐλεψαν·
καὶ ἠ σορὸς ἤδη τῶν γονέων ἁπεκαλύπτετο, ἐν κα-
ταθέσθαι δεδογμένον ἦν’ μιᾶς τινος ἀτάκτως βοησά-
σης , ὅτι οὐκέτι μετὰ τὴν ὥραν ταύτην τὸ θεοειδές
τοῦτο προσϐλέψομεν πρόσωπον· ὡς καὶ αί λοιπαὶ
παρθένοι τὸ ἴσον μετ’ αὐτῆς ἐξεϐόησαν, σύγχυσις
ἄτακτος τὴν εὔτακτον ἐκείνην καὶ ἱεροπρεπῆ ψαλμ-
ῳδίαν διέχεε, πάντων πρὸς τὴν τῶν παρθένων ol-
μωγὴν ἐπικλασθέντων. Μὸγις δέ ποτε ἡμῶν τὴν σιω-
πὴν διανευόντων, καὶ τοῦ κήρυκος εὐχὴν ὑφηγουμέ-
νου, καὶ τὰς συνήθεις ἐκϐοῶντος τῇ Ἐκκλησία φω-
νὰς, κατέστη πρὸς τὸ σχῆμα τῆς εὐχῆς ό λαός.
⁸ Dan. ιιι.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.