PG 49, col. 268
κάκείνοις καὶ τούτοις.
Πῶς οὖν τὸ τέλος οὐκ ῖσον; Ὀτι ή προαίρεσις οὐκ
ἀφῆκεν· αὐτη γὰρ μόνη τὴν διαίρεσιν [271] ἐποιή-
σατο. Διά τοῦτο ἐκεῖνοι μὲν είς γέενναν, οὗτοι δὲ εἰς
βασιλείαν· εἰ δέ 6 διάϐολος ἦν αὐτοῖς τῶν ἁμαρτη-
μάτων 6 αίτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθή-
σαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ
τοὺς ἁμαρτόντας, καὶτοὺς κατορθώσανταςς εἶδες
πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε
σοι καὶ ἐφ’ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν.
Παρθένοι, φησὶν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προ-
αιρέσεις αἰ κατορθώσασαι, πάλιν αἰ διαμαρτοῦσαι,
ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς,
κάκείνων τὰ κατορθώματα· ἠ γάρ σύγκρισις σαφέ-
στερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κάκεῖναι,
καὶ αὐται πέντε κάκεῖναι· λαμπάδας εἶχον καὶ αὗται
κάκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ
μὲν εἰσῆλθον, αἱ δέ οὐκ εἰσῆλθον ; Ὅτι αἰ μὲν ἀπάν-
θρωποι ἦσαν, αί δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς
πάλιν τήν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην.
οὐχὶ τὸν διάϐολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις.
καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι
συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀν-
ομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀν-
ομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν.
Ἄνδρες [Vw-evitat, φησὶν, ἀναστήσονται καί κα-
τακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ
κρινόμενοι· οἰ μὲν γὰρ βάρϐαροι, οἱ δὲ Ἰουδαῖοι · οἰ
μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οί δέ οὐδέ-
ποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δέ μόνον
ἐστὶ τὸ διάφορον, ἀλλ’ ὅτι ἐκεῖ μέν δοῦλος ἀπῆλθεν,
ἐνταῦθα δέ 6 Δεσπότης· κάκεῖνος μὲν καταστροφὴν
ἐκήρυττε παραγενόμενος, οὗτος δέ βασιλείαν οὐρανῶν
εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεύσαι μᾶλλον,
τούς βαρϐάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόν-
τας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προ-
φητικαῖς ἐντραφέντας βίϐλοις; Παντὶ δῆλον, ὅτι τούς
Ἰουδαίους μᾶλλον · ἀλλά γέγονε τούναντίον. Καὶ οὗ·
τοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν
κη ρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ κατα-
στροφήν ἀπειλοῦντι, ἵνα μειζόνως κάκείνων ή ἐπιεί-
κεια καὶ τούτων ή ἀγνωμοσύνη φανήσηται. Μή τι
δαίμων; μή τι διάϐολος; μή τι τύχης μή τι εἱμαρ-
μένη; οὐχὶ ἕκαστος ἐαυτῷ αῐτιος καὶ τῆς κακίας καὶ
τῆς ἀρετῆς ἐγίνετο; Εἰ γάρ μὴ αὐτοὶ ἔμελλον ὑπεύ-
θυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν
γενεὰν ταύτην · οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νό-
του κατακρίνειν τούς Ἰουδαίους ἔφη. Οὐ γάρ δὴ δῆ-
μοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλά καὶ εἷς
ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν
ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες
ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπον περιγενέσθαι
ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διά τοῦτο καὶ τού
Ἀδὰμ καὶ⁹ τοῦ Ἰὼϐ ἐμνήσθημεν · ἀνάγκη γάρ πάλιν
ἐπανελθεῖν ἐπὶ τήν ὑπόθεσιν ἐκείνην, ὣστε τά λεί-
ψανα ἀποδοῦναιτῴ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥη-
μάτων προσέϐαλε ψιλῶν, τῷ δὲ Ἰὼϐ καὶ διὰ πραγμά- ,
των· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ
τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν,ξού
μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτά ξτά
ῥήματα ἐξετάσωμεν, {272] καὶ τῆς ἐπιϐολῆς ⁸ tl?”
⁸ Savilius τῆς ἐπιϐουλῆς, cl sic interm.