PG 52, col. 763

ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ-
τίους. ’
β’. Ταῦτ’ οὖν ἅπαντα ἐννοῶν, πικρὸν ἐστέναξον (sic).
Διδ καὶ ἀνέστην ταχέως σήμερον, ὥστε ἐφ’ ὑμῶν
τῶν ἐκεῖνα ἀκηκοότων τήν τοιαύτην ἀποκρούσασθαι
δόξαν. Καὶ γάρ στέφανος ὅταν μείζων τῆς τοῦ στε-
φανουμένου κεφαλῆς, ού περισφίγγει τοὺς κροτά-
φους, οῦκ ἐνιζάνει τῇ κεφαλῇ’ ἀλλά χαυνότερος τῷ
μεγέθει γινόμενος, διά τῶν ὀφθαλμῶν καταϐαίνων
πριαυχένιος γίνεται, καὶ τήν κεφαλὴν ἀφίησιν ἀστε-
φάνωτον. ‘0 δὴ [Ἠδ] καὶ ἡμεῖς πεπόνθαμεν, τοῦ
στεφάνου τῶν ἐγκωμίων [748] μείζονος τῆς ήμετέρας
φανέντος ἀξίας κεφαλῆς. Ἀλλ’ ὅμως καὶ τούτων οῦ-
τως ἐχόντων, διὰ τὴν παροῦσαν (ί. περιοῦσαν) αὐτῷ
φιλοστοργίαν, ὀ πατὴρ οὐκ ἀπέστη πρὶν αὑτὸν ὁπωσ-
δήποτε ἐπιθεῖναι ἡμῖν. Οὕτω που καὶ βασιλεῖς
ποιοῦσι πολλάκις, καὶ τὸ αὐτοῖς ἁρμόζον διάδημα
λαϐόντες, ταῖς τῶν παιδίων ἐπιτιθέασι κεφαλαῖς ο
εἶτα ἐπειδὰν ίδωσιν ἐλάττω τήν παιδικήν οὖσαν κο-
ρυφὴν τοῦ στεφάνου, αύτῷ τούτῳ τῷ περιθεῖναι
ἁπλῶς καὶ ὡς ἔτυχε πληροφορηθέντες, λαϐόντες λοι- τ
’θεὸν ἑαυτοῖς περιτίθενται.
γ’. Ἐπεὶ οῦν και 6 πατὴρ τὸ) αὐτῷ πρέποντα στέφα-
νον ήμῖν ἐπέθηκε, καὶ μείζων ὤφθη τῆς ἡμετέρας
κορυφῆς, ἐαυτῷ οὐκ ἂν ἕλοιτο περιθεῖναι ⁸ φέρε δὴ
αὑτὸν ήμῶν ἀφελόμενοι, τῇ άρμοζούσῃ τοῦ πατρὸς
ήμεῖς ἐπιθῶμεν κεφαλῇ πάλιν. Τοῦ γάρ Ἰωάννου τὸ
ὄνομα παρ’ ήμῖν, τὸ δὲ φρόνημα παρά τούτῳ ’ καὶ
τήν μὲν προσηγορίαν ἡμεῖς ἐδεξάμεθα , τὴν δέ φιλο-
σοφίαν οῦτος ἐκτήσατο. Διά τοῦτο καὶ τῆς προσηγο-
ρίας δίκαιος ἂν εἴη κληρονομῆσαι μᾶλλον ήμῶνο
συνώνυμον γάρ οὐχ ή τῶν ὀνομάτων κοινωνία, ἀλλ’
ήτῶν πραγμάτων συγγένεια ποιεῖν εἴωθε, κάν τά
ὀνόματα διαφέρῃ. Οὐ γὰρ ὥσπερ οί τῆς ἔξωθεν φιλο-
σοφίας μετέχοντες, οῦτω καὶ ή Γραφὴ περὶ τούτων
φιλοσοφεῖν εἴωθεν. Ἐκεῖνοι μέν γὰρ ἂν μὴ μετά τῆς
οὐσίας καὶ ή τῶν ὀνομάτων συμϐαίνῃ κοινωνία οῦ
φασι γίνεσθαι συνωνύμους. Ἦ Γραφὴ δὲ οὐχ οὕτως ·
ἀλλ’ ὅταν ῐδη πολλὴν τῆς φιλοσοφίας τὴν συγγένειαν,
κᾶν ἕτερα ὀνόματα κείμενα τοῖς κατά τὸν τρόπον
κοινωνοῦσιν ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς αὐτοὺς προσε-
ηγορίας καλεῖ. Καὶ τούτου ού πόρρωθέν ἐστι παρα-
σχεῖν τὴν ἀπόδειξιν , ἀλλ’ αὑτὸν τοῦτον τὸν Ἰωάννην
τὸν Ζαχαρίου παραγαγόντες εἰς μέσον. Τῶν γὰρ
μαθητῶν ἐρωτησάντων , εί μέλλοι παραγίνεσθαι πά-
λιν Ἦλίας, ἀπεκρίνατο· Καὶ ὅτι εὶ θέλετε δέξασθαις
οὗτός ἐστιν Ἠλίας ό μέλλων ἔρχεσθαι. Καὶ μὴν ή τούτου φωνὴ νῦν, οὐχ ἦττον τῆς σάλπιγγος ἐκείνης
Ἰωάννης ἐλέγετο · ἀλλ’ ἐπειδὴ Ἠλίου τὸν τρόπον
Ρλτιιοι.. Gn. LII.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.