PG 52, col. 764

ᾤκησαν ἀμφότεροι ε καὶ⁵ ό μὲν μηλωτὴν, 6 δὲ τρί-
χινον ἱμάτιον περιεϐέϐλητο· καὶ τράπεζα ὁμοίως αύ-
τοῖς εὐτελὴς καὶ λιτὴ ἦν. Καὶ ό μὲν τῆς προτέρας
παρουσίας διάκονος γέγονεν, ὀ δὲ ἔσται τῆς μελλού-
σης αὖθις. Ἐπεὶ οῦν καὶ διαίτης τρόπος καὶ ἱματίων
περιϐολὴ, καὶ τόπων διατριϐαὶ, καὶ διακονία μία,
καὶ πάντα ίσα ῆν αὐτοῖς ο διὰ τοῦτο καὶ ϐνομα ἐν
ἀμφοτέροις ἐπέθηκε, δεικνὺς ὃτι κᾶν ἕτερόν τις
ὄνομα ἐχῃ, δύναται εἶναι ἐκείνῳ συνώνυμος. οῦ τὸν
τρόπον ἐζήλωσεν.
[⁸149] δ’. Ἐπεὶ οῦν ἀναμφισϐήτητος οὗτός ἐστιν ὀ
κανὼν, καὶ ἀκριϐὴς οὗτος συνωνύμων ὅρος παρά τῇ
θείᾳ Γραφῇ, φέρε, δείξωμεν ὅπως καὶ τὸν τρόπον
ἐζήλωσε τὸν Ἰωάννου ὀ σοφὸς οὗτος ήμῶν πατὴρ,
ἵνα μάθητε ὅτι καὶ τῆς προσηγορίας οὗτος δικαιότε-
ρον ἂν κληρονομήσειε τῆς ἐκείνου. Ούκ ἦν ἐκείνῳ τρά-
πεζα, ούδέ κλίνη, οὐδὲ οἰκία ἐπὶ γῆς · ἀλλ’ οῦδέ
τούτῳ ποτέ ἐγένετο. 1ςαὶ⁴ τούτου μάρτυρες ὑμεῖς,
πῶς τὸν ᾶπαντα χρόνον διετέλεσεν, ἀποστολικὸν ἐπι-
δεικνύμενος βίον, μηδὲν ἴδιον ἐχων,ἀλλά παρ’ ἐτέ-
ρων τρεφόμενος, αὑτός τῇ προσευχῇ καὶ τῇ διδα-
σκαλίᾳ τοῦ λόγου προσκαρτερῶν. Ἐκήρυξεν ἐκεῖνος,
πέραν τοῦ ποταμοῦ διατρίϐων ἐν ταῖς ἐρημίαιςο καὶ
οὗτος πέραν τοῦ ποταμοῦ ποτε τὴν πόλιν πᾶσαν λα-
ϐῶν,τὴν ὑγιῆ διδασκαλίαν ἐπαίδευσεν. ᾯκησεν ἐκεῖ·
νος είς δεσμωτήριον καὶ τὴν κεφαλὴν ἀπετμήθη διὰ
τήν ὑπὲρ τοῦ νόμου παρρησίαν ’ ἀλλὰ καὶ οὗτος πολ-
λάκις τῆς πατρίδος ἐξέπεσε διὰ τὴν ὑπὲρ τῆς πίστεως ’
παρρησίαν, πολλάκις δέ καὶ τὴν κεφαλὴν ἀπετμήθη
διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, εί καὶ μὴ τῇ πείρᾳ,
ἀλλά τῇ προθέσει. Οὐ γὰρ φέροντες οί τῆς ἀληθείας
ἐχθροὶ τὴν τῆς γλώττης αὐτοῦ δύναμιν, μυρίας πάν-
τοθεν ἐρῤαπτον ἐπιϐουλὰς, καὶ ἐκ πασῶν αὑτὸν ἐρρύ-
σατο Κύριος. Φέρε οὖν γλώττης ἀκούσωμεν ταύτης,
δι’ ήν καὶ ἐκινδύνευσε καὶ ἐσώθη. Περὶ ἦς οὐκ ἀν τις
ἁμάρτοι τοῦτο εἰπὼν, ὀ περὶ τῆς γῆς [τῆς] ἐπαγγε-
λίας εἴρηκε [Μωσῆς. Τί δέ περὶ ἐκείνης εἶπεν ; Γῆν
ῥέουσαν γάλα καὶ μέλι. Τοῦτο καὶ» περὶ τῆς γλώτ-
της ἕστίν εἰπεῖν · γλῶττα ῥέουσα γάλα καὶ μέλι
τούτου. ’ἶν’ οὖν καὶ γάλακτος ἀπολαύσωμεν, καὶ τοῦ
μέλιτος ἐμφορηθῶμεν ἐνταῦθα τὸν ἡμέτερον κατα-
παύσαντες λόγον, ἀκούσωμεν τῆς λύρας καὶ τῆς
σάλπιγγος. Ὅταν μὲν γάρ τὴν ήδονήν ἐννοήσω τῶν
ῥημάτων, λύραν καλῶ τὴν τούτου φωνήν· ὅταν δὲ τὸ
δυνατὸν τῶν νοημάτων, σάλπιγγά τινα πολεμικήν,
καὶ τοιαύτην , οἵαν εἶχον οι Ἰουδαῖοι, ήνίκα τά τῆς
Ἰεριχὼ τείχη κατέϐαλον. Καθάπερ γὰρ τότε ήτῶν
σαλπίγγων ἠχὴ, πυρὸς σφοδρότερον τοῖς λίθοις προσ-
πίπτουσα, πάντα ἀνήλισκε καὶ ἐδαπάναο οῦτω καὶ⁹
τοῖς τῶν αίρετικῶν ὀχυρώμασιν ἐμπεσοῦσα, λογι-
24

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.