PG 54, col. 647

Κύριον, καὶ ἔδωκέ μοι τὸ αττημὰ μου, ὃ ᾐτησά-
μην παρ’ αὐτοῦ. Κάγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ
πάσας τὰς ἡμέρας, ἅς ζῇ αὐτὸς, χρήσειν τῷ Κυ-
ρίῳ. Οὐκ εἶπενο Ἐγὼ ή γυνὴ, ἢν ὠνείδισας, ἣν ἐλοι-
δόρησας, ἣν ἐσκωψας είς παροινίαν καὶ μέθηνή διὸ
ἔδειξέ σοι 6 Θεὸς, ὅτι οὐ μεθύω· σύ δέ ἁπλῶς τοῦτο
ἐνεκάλεις. Οὐδὲν τούτων τῶν τραχέων ῥημάτων εἶπεν,
ἀλλά μετ’ ἐπιεικείας ἀποκρίνεται ιι πολλῆς· καίτοι
τὴν ἀπὸ τῶν πραγμάτων ἔκϐασιν ἔχουσα μαρτυροῦ-
σαν αὐτῇ, καὶδυναμένη ὀνειδίσαι νῦν τῷ ἱερεῖ, ώς
εἰκῆ καὶ μάτην αὐτὴν μεμψαμένῳ τότε, οὐδὲν τούτων
ποιεῖ, ἀλλά τὴν εὐεργεσίαν τοῦ Θεοῦ λέγει μόνον.
Καὶ σκόπει δούλης εὐγνωμοσύνην. Ὅτε ἔπασχε κα-
κῶς, οὐδενὶ τὴν συ μφοράν ἐξεκάλυψεν, οὐδέ εἷπε πρὸς
τὸν ίερέαο Ἀντίζηλον ἔχω γυναῖκα, κάκείνη μὲν ὀνειο
δίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ
δέ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον ἠδυνήθην
γενέσθαι μήτηρ, ἀλλά συνέκλεισέ μου 6 Θεὸς τὴν μή·
τραν, καὶ θλιϐομένην ὀρῶν οὐκ ὴλέησεν. Οὐδὲν τούτων
εἶπεν, ἀλλά σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι
ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκληο
ρᾷ ἡμέρᾳ ἐγώ ειμι· καὶ οὐδ’ ἂν τοῦτο ἐφθέγξατο, εἰ
μὴ 6 ίερεύς ἠνάγκασε, μεθύειν ὑποπτεύσας αὐτήν.
Ἐπειδὴ δέ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτη-
σιν ὀ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν
τῷ ίε ρεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαϐεῖν,
ὥσπερ τότε τῆς εὐχῆς ἔλαϐε · καί φησιν’ Ὑπὲρ τοῦ
παιδαρίου τούτου προσηυξάμην , καὶ ἐδωκέ μοι
Κύριος τὸ αιτημά μου, ὃ ᾐτησάμην παρ’ αὑτοῦ.
Καὶ νῦν κιχρῶ αὑτὸν τῷ Κυρίῳ. Ὅρα πῶς μετριά-
ζει. Μὴ νομίσῃς με μέγα τι καὶ θαυμαστὸν ποιεῖν,
φησὶν, ὅτι τὸ παιδίον ἀνατίθημι ⁶ οὐκ ἐγὼ κατῆρξα
τοῦ κατορθώματος, [727] ἀλλ’ ὀφειλὴν ἀποδί.
δωμι. Παρακαταθήκην γὰρ ἔλαϐον, καὶ ταύτην ἀπο-
καθίστημι τῷ δεδωκότι. Καὶ ταῦτα τά ῥήματα λέ..
γουσα, καὶ ἐαυτὴν ἀνετίθει μετά τοῦ παιδίου, καθάπερ
σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν
ἑαυτὴν ἀναδήσασα.
δ’. Εἰ γὰρ δπουόθησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶὴ
καρδία αὐτοῦ, πολλῷ μᾶλλον ὃπου τὸ παιδίον τῆς γυ -
ναικὸς, ἐκεῖ καὶ ή διάνοια τῆς μητρὸς ἧν, καὶ ἡ γα.
στὴρ αὐτῆς εὐλογίας ἐπληροῦτο πάλιν. Ἐπειδὴ γὰρ
ταῦτα εἶπε τά ῥήματα, καὶ ηὐξατο, ἄκουσον τί φη-
σιν ὁ ίερεύς πρὸς τὸν Ἐλκανά ’ Ἀνταποδῷ σοι K13-
ριος σπέρμα ἕτερον ἀπὸ τῆς γυναικὸς ταύτης,
ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῶ Κυρίῳ. Παρά
μὲν τὴν ἀρχὴν οὐκ ἔλεγεν , Ἀνταποδῷ σοι · ἀλλά τί;
Δῲη σοι πᾶν αἴτημά σου. Ἐπειδὴ δὲ ὀφειλέτην
κατέστησε τὸν Θεὸν, Ἀνταποδῷ σοι, λέγει, χρηστὰς
περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Et γάρ οὐκ
ὀφείλων ἔδωκε, πολλῷ μᾶλλον μετά τὸ λαϐεῖν ἀντ-
αποδὼσει. Καὶ 6 πρῶτος τοίνυν ἐξ εὐχῆς, καὶ οἱ μετ’
ἐκεῖνον ἐξ εὐλογίας τὰς ἀρχάς ἔλαϐον · καὶ οὕτω λοι-
πὸν ὁλόκληρος 6 καρπὸς τῆς γυναικὸς ήγιάξετο. Καὶ
ἢνὸ μὲν πρωτότοκος κατόρθωμα τῆς γυναικὸς, ὀ
δεύτερος δέ αὐτῆς καὶτοῦ ἱερέως κοινωνός. Καὶ καθά-
περ γῆ λιπαρά καὶ πίων, δεξαμένη τά σπέρματα,
⁸ Vox ἀποκρίνεται, qua) deerat in Monll'., suppleta est e
Slvil. et Morel. Eon.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.