PG 56, col. 110

έστι φύσις ἡ μέλλουσα, ἀλλά χάρις ἠ ταχύνουσα ἀ.
Εὕτακτος ἡμῖν 6 λαὸς, φιλήκοος 6 δῆμος. Χθές ἐκλή-
θησαν, καὶ σήμερον στεφανοῦνται. Τῆς χθὲς παρ-
αινέσεως 6 καρπὸς ἡ σήμερον ὑπακοή. Διά τοῦτο καί⁸
ἡμεῖς μετά προθυμίας τά σπέρματα καταϐάλλομεν,
ὅτι καθαρὰν ὁρῶμεν τὴν ἄρουραν. οὐδαμοῦ ἄκανθαν
ἀποπνίγουσαν, οὐδὲ ὁδὸν πατουμένην, οὑδέ πέτραν
ἄγονον, ἀλλὰ βαθεῖάν τινα καί λιπαρὰν χώραν, ὁμοῦ
δεχομένην τά σπέρματα, καὶ τὸν στάχυν ἡμῖν παρ-
έχουσαν. Ταῦτα λέγω ἀεὶ, καί λέγων οὑ παύσομαι·
δτι ἐγκώμιον τῆς πόλεως τῆς ἡμετέρας, οὑχ ὅτι σύγ-
κλητον ἔχει. καὶ ὑπάτους ἀριθμεῖν ἔχομεν, οὐδ’ ὅτι
ἀνδριάντας πολλοὺς, οὐδ’ ὅτι ὠνίων ἀφθονίαν, οὐδ’ ὅτι
θέσεως ἐπιτηδειότητα· ἀλλ’ ὅτι δῆμον ἔχει φιλήκοον,
καὶ ναοὺς Θεοῦ πεπληρωμένους. καὶ ή Ἐκκλησία
[121] μᾶλλον τρυφᾷ καθ’ ἐκάστην ἡμέραν λόγον
ῥέοντα, καί πόθον οὐδέποτε κορεννύμενον. Ἡ γάρ πό-
λις οὑκ ἀπὸ τῶν οἰκοδομῶν, ἀλλά ἀπὸ τῶν ἐνοίκων
θαυμάζεται θ. Μή μοι λέγε, ὅτι ή Ῥωμαίων πόλις
μεγάλη τῷ μεγέθει· ἀλλά δεῖξόν μοι ἐκεῖ οῦτω λαὸν
φιλήκοον. Ἐπεὶ καὶ τά Σόδομα πύργους εἷχεν,ή δέ
καλύϐη τὸν Ἀϐραάμ· ἀλλ’ ἐλθόντες οἰ ἄγγελοι, τὰ
μὲν Σόδομα παρέδραμον, ἐπὶ δὲτὴν καλύδην κατήχθη-
σαν. Οὑ γὰρ οίκων περιφάνειαν ἐζήτουν, ἀλλά ψυχῆς
ἀρετὴν περιῄεσαν ζητοῦντες καὶ κάλλος. Οὕτω δέ καὶ
ἄλλως ή ἕρημος εἶχε τὸν Ἰωάννην, ή δὲ πόλις τὸν
Ἡρώδην· διά τοῦτο ή ἔρημος πόλεως εὐγνωμονεστέ-
ρα τ. Τί δήποτε; Ὅτι οὐκ ἐν τοῖς κτίσμασιν ή προ-
φητεία. Ταῦτα δέ λέγω, ἵνα μηδέποτε πόλιν ἐγκω-
μιάσωμεν ἀπὸ πραγμάτων καταλυομένην. Τί μοι
λέγεις οἰκοδομήματα καὶ κίονας; Ταῦτα τῷ παρόντι
συγκαταλύεται ε βίῳ. Εἰσελθε εἰς ἐκκλησίαν, καὶ
βλέπε τῆς πόλεως τὴν εὐγένειαν. Εἶσελθε, ἰδὲ πένη-
τας ἐκ μεσονυκτίων μέχρι τῆς ἡμέρας παραμένοντας,
βλέπε παννυχίδας ίεράς ήμέρᾳ καὶ νυκτὶ συναφθείο
σας, οὔτε ἐν ἡμέρᾳ, οὔτε ἐν νυκτὶ τήν τυραννίδα τοῦ
ὕπνου. οὔτε τήν ἀνάγκην τῆς πενίας φοϐουμένους.
Μεγάλη πόλις, καὶ μητρόπολις τῆς οἰκουμένης. Πό-
σοι ἐπίσκοποι, πόσοι διδάσκαλοι ἦλθον ἐνταῦθα, καὶ
παιδευθέντες παρὰ τοῦ λαοῦ ἀναχωροῦσι, καὶ τὸν νό-
μον τὸν ἔμφυτον ἐντεῦθεν μεταφυτεῦσαι h παρασκευά-
ζονται; Ἐὰν λέγῃς μοι ἀξιώματα, καὶ χρημάτων περι-
ουσίαν, ἀπὸ τῶν φύλλων τὸ δένδρον ἐπαινεῖς, καὶ οὑκ
ἀπὸ τοῦ καρποῦ. Ταῦτα δέ λέγω οὐ κολακεύων ὑμῶν
τὴν ἀγάπην, ἀλλά τὴν ἀρετὴν ὑμῶν ἀνακηρύττων.
Μακάριος ἐγὼ δι’ ὑμᾶς, μακάριοι ὑμεῖς δι’ ἑαυτούς.
Μακάριος ό λέγων εἰς ὦτα ἀκουόντων· οὕτως ἐγὼ
μακάριος ἐγενόμην. Μακάριοι οὶ πεινῶντες καὶ δι-
ψῶντες τὴν δικαιοσύνην. Εἶδες πῶς ὑμεῖς δι’ ἐαυ-
τοὺς μακάριοι ἐγένεσθε; Μακάριος ἀνὴρ ί λόγων
ἐρῶν πνευματικῶν. Τοῦτο διίστησιν ἡμᾶς τῶν ἀλό-
γων. Οὐ γάο δὴ ή τοῦ σώματος ἀναλογία, οὑδὲ τὸ
d Unus χάρις ἡ μὴ βραδύνουσα εὖτ. Ibid. alii, Savil. m0
neme, εὐπρακτος ἡμῖν* 6 λαός.
⁸ Savil. ἀλλ’ ἀπὸ τῶνῗένοίκων χαρακτηρίζεται.
{Unius ή ἔρημος πόλεως ιἦν εὐσχημονεστέρα. melius
qua"; εὐγνάμδιεδτέξη, ιη Διίειιέθηιί ιιι-ἡ· ὀίιῗξὶιὶἴιῖ Mi; 'a'i's'.
dum. mss. πόλιν τοιαύτην ἐγκωμιάσωμεν. Ibid. legendum
suspicatur SAavjl. ἀπὸ πραγμάτωνκαταὶυομένων. Sed κατα-
λυομένην.ϋί habent omnescum editi lum mss ,staro poicsl.
ε’ Alii σνγκαταπίπτει.
ὶι Sic Savil. Morel. ει τηεψ, mm eicoplo. qui Imhm έν-
ταῦθα μανθάνουσι. cl sic legerat Erasmus, qui \Cl‘lil, hi;
ιι iscum.
ι Tres mss. έγένεσθε; μάλιστα ἀνήρ
8

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.