PG 57, col. 330

πανταχοῦ ἐφύλαττεν ’ ἀλλά ποτέ μὲν τοῦτο ἐποίει, ποτὲ
δὲ ἐκεῖνο· τούτῳ μέν τῇ μελλούσῃ φιλοσοφίᾳ προδδο·
ποιῶν, ἐκείνῳ ⁷⁸ δέ τὴν ἀναίσχυντον τῶν Ἰουδαίων τέως
κατέχων γλῶτταν, καὶ συγκαταϐαίνων αὐτῶν τῇ ἀσθεο
νεία. Καὶ τί θαυμάζεις, εῐγε ἐν προοιμίοις αὐτὸς τοῦτο
ἐποίησεν, ὅπου γε καὶ οἰ ἀπόστολοι μετὰ τὸ κελευσθῆναι
εἰς τὰ ἔθνη ἀπελθεῖν, καὶτὰς θύρας ἀνοιγῆναι τῆς κατά
τὴν οίκουμένην διδασκαλίας, καὶ τὸν νόμον ἐγκλεισθῆ-
ναι ⁷⁸, καί ἀνανεωθῆναι τὰ πράγματα ⁷⁸, καί τὰ παλαιά
ἀναπαύσασθαι ἅπαντα, φαίνονται ποτὲ μὲν τηροῦντες
τὸν νόμον, ποτέ δὲ αὐτὸν παρατρέχοντες; Καὶ τί τοῦτο,
φησί, πρὸς τὴν τοῦ νόμου συντελεῖ φυλακὴν, τὸ εἰπεῖν,
Δεῖξον σεαυτὸν τῷ ίερεῐ⁷⁷; Οὐ τὸ τυχόν. Καὶ γὰρ νό-
μος ἦν παλαιὸς, τὸν λεπρὸν καθαρθέντα μὴ ἐαυτῷ τὴν
δοκιμασίαν ἐπιτρέπειν τοῦ καθαρισμοῦ, ἀλλά φαίνεσθαι
τῷ ἱερεῖ, καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἐκείνου παρέχειν τὴν
ἀπόδειξιν, καί ἀπὸ τῆς ψήφου ταύτης ἐγκρίνεσθαι τοῖς
καθαροῖς. Εἰ γὰρ μὴ εἶπεν ὁ ἰερεὺς, ὅτι κεκάθαρται ⁷⁸ ὁ
λεπρὸς, ἔτι μετά τῶν ἀκαθάρτων ἔμενεν ἔξω τῆς παρ-
ε μϐολῆς. Διό φησι, Δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσ-
ένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωῦσῆς. Οὐκ εἶπεν,
Ὃ προστάσσω ἐγώ· ἀλλά τέως παραπέμπει τῷ νόμῳ,
πανταχόθεν ἀπορράπτων αὐτῶν τά στόματα. Ἵνα γὰρ
μὴ λέγωσιν, ὅτι τῶν ἱερέων τὴν δόξαν ἥρπασε, τὸ μὲν
ἔργον αὐτὸς ἐπλήρωσε, τὴν δέ δοκιμασίαν ἐκείνοις ἐπ-
έτρεψε, καὶ κριτὰς αὐτοὺς ἐκάθισε τῶν οἰκείων θαυμά-
των. Τοσοῦτον γάρ ἀπέχω μάχεσθαι, φησὶν, ἢ Μωῦσῇ,
ἢ τοῖς ἱερεῦσιν, ὅτι καί⁴ τοὺς παρ’ ἐμοῦ εὐεργετηθέντας
εἰς τὸ πείθεσθαι ἐκείνοις ἐνάγω. .
Τί δέ ἐστιν, εἰς μαρτύριον αὺτοῖς ; Εἰς ἔλεγχον, εἰς
ἀπόδειξιν, εἰς κατηγορίαν, ἐὰν άγνωμονῶσιν. Ἐπειδὴ
[510] γὰρ ἔλεγον, Ὡς πλάνον καὶ ἀπατεῶνα διώκομεν, ὡς
ἀντίθεον καὶ παράνομονο σύ μοι μαρτυρήσεις, φησὶ,
κατ’ ἐκεῖνον τὸν καιρὸν, ὅτι ού παράνομος ἐγώ. Καὶ
γὰρ θεραπεύσας σε παραπέμπω τῷ νόμῳ καί τῇ τῶν
ἱερέων δοκιμασίαν ὅπερ τιμῶντος ἦν τὸν νόμον, καὶ·
θαυμάζοντος τὸν Μωῦσέα, καί οὐκ ἐναντιουμένου τοῖς
παλαιοῖς δόγμασιν. Εἰ δὲ μηδὲν ἔμελλον κερδαίνειν, κάν-
τεῦθεν μάλιστα τὴν πρὸς τὸν νόμον αὐτοῦ καταμαθεῖν
ἔστι τιμὴν, ὅτι καὶ προειδὼς οὐδὲν καρπωσομένους, τὰ
αὑτοῦ πάντα ἐπλήρου. Καὶ γὰρ προῄδει τοῦτο αὐτὸ, καὶ
προεῖπεν. Ούδὲ γὰρ εἶπεν , εἰς διόρθωσιν αὐτῶν, οὐδὲ,
εἰς διδασκαλίαν· ἀλλ’, εἰς μαρτύριον αὐτοῖς, τουτ-
έστιν, εἰς κατηγορίαν, καί εἰς ἔλεγχον, καί εἰς μαρτυ-
ρίαν, ὃτι τά⁷⁹ παρ’ ἐμοῦ πάντα γέγονε · καὶ προειδὼς
ἀδιορθώτους μένοντας. οὐδὲ οὕτως ἐνέλιπον ⁸⁰ ἀπε ρ ποιῆ-
σαι ἐχρῆν ο ἐκεῖνοι δέ τὴν οἰκείαν ἔμενον διατηροῦντες
κακίαν. Τοῦτο γοῦν καί ἀλλαχοῦ φησι⁸¹ · Κηρυχθήσε-
ται τὸ Evam-ator τοῦτο ὲν ὅλῳ τῷ κόσμῳ εἰς μορ·
τύριον πᾶσι τοῖς ἔθνεσι, καί τότε ἣξει τὸ τέλος · τοῖς
ἔθνεσι, τοῖς οὐχ ὑπακούουσι, τοῖς ού πειθομένοις. Ἵνα
γὰρ μή τις λέγῃ, Καὶ τίνος ἕνεκεν πᾶσι κηρύττεις, εἰ μὴ
πάντες μέλλουσι πείθεσθαι ; ἵνα τὰ ἐμαυτοῦ πάντα φανῶ
πεποιηκὼς, καὶ μηδεὶς ἔχῃ μετά ταῦτα ἐγκαλεῖν, ώς
οὐκ ἀκηκοώς. Καταμαρτυρήσει γὰρ αὐτῶν αὐτὴ ἡ κή-
χ Edd.
“_ δεικνύς] Sic Ep. Sav. codices δείκνυσι.
ε F. ⁸⁸ μόνον Ειίίίί ⁸³ πρῶτος] διάτοι τοῦτο πρῶτος
'. ⁷³ μηδενὶι add. μηδὲν Edd. ⁷³ ούδέι ὥσπερ οὐδὲ
'. "'_ μηδενὶέ θέω.
d. τουτο. . . κεινο
ηδένΕάιίδ ⁷³ οὐδὲ] ὥσπερ οὐδὲ
d. τοῦτο.Δ . _.
κεῖνο Edd. favente Ge." ’⁵ ἐκκλεισθῆναι
pra pi 194 _C. Mox ἀναπαύεσθαι F.
τ’ Verba τὸ
’(⁸ κεκαθάρισται-Εόά. ⁷⁸ τά] σοι C. σοι τα
in? Edd. κηρυχθῆσεται] add. γὰρ, φησί F.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.