PG 65, col. 1145

ῥήμασιν, εἰ μμὴ τὴν κάθοδον αὐτοῦ ἦν προθεωρήσας
τοῖς ὁφθαλμοῖς ἀπλανῶς τῆς προγνώσεως. Ποῦ γὰρ
ἦν ἀκόλουθον εἰπεῖν αὐτὸν, Τψώδητι ἐπὶ τοὺς οὐ-
ρατοὺς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἢ δόβα
σους ἢ πάλιν· Ἀνέη ὁ Θeὸς ἐν ἀλαλαγμῷ, εἰ
μὴ καὶ τὴν κατάβασιν αὐτοῦ καὶ τὴν ἀνάβασιν ἦν
θεωρήσας ὁ θεολόγος τῇ προγνώσει τοῦ Πνεύματος;
Διὰ τοῦτο μὲν, ὡς προέφην, ποῦ μὲν αὐτὸν ἐπαρθέντα
λέγει, ποῦ δὲ ἀναβάντα, ἵνα Θεὸν καὶ ἄνθρωτὸν τὸν
αὐτὸν ε ναι πιστεύσωμεν ἐν μιᾷ ὑποστάσει. Διὰ μὲν
γὰρ θεότητα ἀνέβη· διὰ δὲ τὸ σῶμα ἐπῆρθαι λέγεται,
τουτέστιν ἀνειλῆφθαι. Οὐκοῦν διὰ πάντων δεῖ νοεῖν,
ὅτι ὁ κατελθὼν αὐτός ἐστιν καὶ ὁ ἀνελθὼν ὑπεράνω
πάντων τῶν οὐρανῶν, ἵνα πάντα τῆς α τοῦ πληρώσῃ
χρηστότητος, [καὶ]τοὺς ἀποστόλους αὐτοῦ πρῶτον ἐκ
τῶν παθῶν τῆς ἀμαρτίας διὰ τῆςτοῦ ἀγίου Πνεύματος
καθόδου ῥυσάμενος, εἰς τέλος ὑψώσῃ. Τί γάρ φησιν
ψώβητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός, καὶ ἐπὶ πᾶ-
σαν τὴν γῆν ἢ δόξα σου, ὅπως ἂν ῥυσθῶαιιν οt
ἀγαπητοί σου. Ἀγαπητοὶ γὰρ ὄντως εἰσὶ τοῦ Κυρίου
κατὰ πρῶτον λόγον, οἱ τὸ αὐτοῦ πάθος διὰ πάντων
prædicaverunt.
κοινωνήσαντες, καὶ αὐτόπται καὶ κήρυκες γενόμενοι
τῆς αὐτοῦ μεγαλειότητος.
Ε. στε ἔτα μὲν καὶ τὸν αὐτὸν οἱ προφῆται
ἐκήρυττον Εύριον· τῆς δὲ σαρκώσεως αὐτοῦ τὸ
σχῆμα εἰς μίαν, ὡς τινες εἰσηγοῦνται, οὐ συν-
έχεαν φύσιν· ἀλλὰ τὰ μὲν τῇ θεότητι αὐτοῦ δια-
φέροντα ῥήματα θεοπρεπῶς ἔλεγον, τὰ δὲ τῷ σώματι
αὐτοῦ ἀνθρωποπρεπῶς, ἴνα διδάξωσι σαφῶς, ὅτι ὁ
ἀναβὰς, ἤτοι ὁ ἐπαρθεὶς ἐπὶ τοὺς οὐρανοὺς Κύριος, ὅ
μὲν ἔστιν, ἐκ τοῦ Πατρός ὑπάρχει· ὁ δὲ γέγονεν ἐκ
τῆς Παρθένου, μένει ἄνθρωπος, εἶς ὡν ἐν ειδει, καὶ
εἶς ἐν ὑποστάσει. Ὁ γὰρ ἀσώματος, ἐαυτὸν τῇ προσ-
λήψει τῆς σαρκὸς εἰδοποιήσας, ἐμφανῶς ἀνέβη διὰ
τοῦτο, ὅθεν ἀφανῶς καταβὰς ἐσαρκώθη. ἐιόπερ ἀν-
ελήφθη μὲν ἐν δόξῃ. ἐπιστεύθη δὲ ἐν δυνάμει, προσ-
δοκᾶται δὲ ἐν φόβῳ, τὴν νεφέλην πάλιν προσδοκώ-
μενος σχεῖν τὴν προφητικὴν εἰς τὴν ἑαυτοῦ κάθοδον
ὑπηρέτην. Καὶ γὰρ τότε νεφέλην αὐτοῦ ὑπηρετήσα-
σθαι οἱ προφῆται προεῖπον, ἴνα σωματώδης τις καὶ
ἐλαφρὴ οὐσία τὸν σεσωματωμένον φανείη πάλιν βα-
στάζουσα Κύριον. Bαστάζει μὲν γὰρ ἐν τῇ αὐτοῦ
βουλήσει, ὡς ἔφην, τὰ σύμπαντα ὡς Θεός· ὑπὸ δὲ
τῆς νεφέλης βασταχθήσεται ὡς καὶ ἄνθρωπος, ἵνα
μήτε τότε τοὺς νόμους ἡς προσέλαβεν ἀρνήσηται ὁ
φιλόψυχος φύσεως.
C. Διόπερ καὶ τοὺς ἀγίους ἐν νεφέλαις ἀρπαχθή-
σεσθαι προσεδίδαξεν ἡμᾶς ὁ θεσπέσιος Παῦλος, ὅταν
ἔρχηται ἐπὶ νεφέλης ὁ ἐλθεῖν προσδοκώμενος Κύ-
ριος. Ὁ γὰρ ἀρμόττει τῷ σαρκωθέντι Θεῷ διὰ τὸ
σῶμα, τοῦτο καὶ τοῖς θεωθησομένοις διὰ τὸν πλοῦτον
τῆς χάριτος αὐτοῦ, θεοὺς τοὺς ἀνθρώπους ποιῆσαι
φιλοτιμησαμένου Θεοῦ. Μηδεὶς οὖν ὑπολαμβανέτω
τὴν πυκνότητα τῆς ἀνθρώπου φύσεως, ἤνπερ οὐσιω-
δῶς κοινωνήσας ὁ ἅγιος τοῦ Θεοῦ Λόγος ἐγνώρισται,
ἐκ τῶν μαρμαρυγῶν τῆς θείας αὐτοῦ καὶ ἐνδόξου οὐ-
σίας, ἀδελφοὶ, ἠλλοιῶσθαι τὴν τῶν ἐκατέρων ἐν αὐτῷ
ἀχωρίστως ἀλήθειαν φύσεων. Οὐ γὰρ ἵνα τὸ ἑαυτοῦ
s⁴ Ephes. , 10. s .al. t, 6. s saῖ. εα, 7.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.