PG 65, col. 324

εἰς τὸν τόπον αὐτοῦ· καὶ διατί οὐκ ἐλάλησας μετʼ
αὐτοῦ; Λέγει αὐτῷ ὁ γέρων· Αὐτὸς τῶν ἄνω ἐστὶ,
καὶ ἐπουράνια λαλεῖ, ἐγὼ δὲ τῶν κάτω εἰμὶ, καὶ
ἐπίγεια λαλῶ. Εἰ ελάλησέ μοι περὶ παθῶν ψυχῆς,
ἐγὼ ἂν ἀπεκρινάμην αὐτῷ· εἰ δὲ περὶ πνευματικῶν,
ἐγὼ ταῦτα οὐκ οἶδα. Ἐξελθὼν οὖν ὁ ἀδελφὸς εἶπεν
αὐτῷ· Ὁ γέρων οὐ ταχέως ἀπὸ ραφῆς λαλεῖ· Δʼ
ἐάν τις αὐτῷ λαλῇ περρὶ παθῶν ψυχῆς, ἀποκρίνεται
αὐτῷ. Ὁ δὲ κατανυγεὶς εἰσῆλθε πρὸς τὸν γέροντα,
καὶ λέγει αὐτῷ· Τί ποιήσω, ἀββᾶ, ὅτι κατακυριεύου-
σί μου τὰ πάθη τῆς ψυχῆς; Καὶ προσέσχεν αὐτῷ
ὁ γέρων χαίρων, καὶ εἶπεν· Ἀρτι καλῶς ἦλθες·
νῦν ἄνοιξόν σου ⁵⁶ τὸ στόμα περὶ τούτων, καὶ πλη-
ρώσω αὐτὸ ἀγαθῶν. Ὁ δὲ πολλὰ ὡφεληθεὶς ἔλεγεν·
Ὁντως αὕτη ἐστὶν ἡ ἀληθινὴ ὀδός. Καὶ εὐχαριστῶν
τῷ Θεῷ ἀνέκαμψεν εἰς τὴν ἰδίαν χώραν, ὅτι τοιούτῳ
ἀγίῳ κατηξιώθη συντυχεῖν.
6. Ἐκράτησέ ποτε ὁ ἄρχων τῆς χώρας τινὰ τῆς
κώμης τοῦ ἀββᾶ Ποιμένος· καὶ ἦλθον πάντες παρα-
καλοῦντες τὸν γέροντα ἀπελθεῖν καὶ ἐκβαλεῖν αὐ-
τόν. Ὁ δὲ εἶπεν· Ἐάσατέ με τρεῖς ἡμέρας, καὶ οὕ-
τως ἔρχομαι. Εὐξατο οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς
Κύριον, λέγων· Κύριε, μὴ δῷς μοι τὴν χάριν ταύ-
την. Ἐπεὶ οὐκ ἀφιοῦσί με καθίσαι ἐν τῷ τόπῳ
τούτῳ. έλθεν οὖν ὁ γέρων παρακαλῶν τὸν ἄρχοντα.
Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Περὶ ληστοῦ παρακαλεῖς,
ἀββ1ς Ὁδὲ γέρων ἐχάρη, ὅτι οὐκ ἐδέξατο χάριν παρʼ
αὐτοῦ.
r. Διηγήσαντό τινες, ὅτι ποτὲ ὁ ἀββῷς Ποιμὴν
καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰργάζοντο σκολάκιν (82)· καὶ
οὐ προεχώρει, μὴ ἔχοντες ἀγοράσαι λινάρια. Καί
τις αὐτῶν ἀγαπητὸς διηγήσατό τινι πραγματευτῇ
πιστῷ τὸ πρᾶγμα. Ὁ δὲ ἀββᾷς Πωιμὴν οὐκ ἤθελε
λαμβάνειν παρά τινός τί ποτε, διὰ τὴν ὄχλησιν. Ὁ
δὲ πραγματευτὴς θέλων ποιῆσαι ἔργον τῷ γέροντι,
προεφασίζετο χρείαν ἔχειν τῶν σκολακίων, καὶ ἤνεγκε
τὴν κάμηλον, καὶ ἔλαβεν αὐτά. Καὶ ἐλθὼν ὁ ἀδελφὸς
πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἀκούσας ὅ ἐποίησεν ὁ
πραγματευτης, ὡς θέλων ἐπαινέσαι αὐτὸν, εἶπε·
bύσει, ἀββᾶ, καὶ μὴ χρήζων αὐτὰ ἔλαβεν, ἵνα ποιήσῃ
ἡμῖν ἔργον. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι μὴ
χρήζων αὐτὰ ἔλαβεν, εἶπε τῷ ἀδελφῷ· Ἀνάστα, μί-
σθωσαι κάμηλον, καὶ φέρε αὐτά· ἐὰν δὲ οὐκ ἐνέγκῃς
αὐτὰ, Ποιμὴν ὥδε οὐ καθέζεται μεθʼ ὑμῶν. Οὐ γὰρ
ἀδικῶ τινα ἄνθρωπον μὴ χρήζοντα. ἵνα ζημίαν ποιή-
σῃ, καὶ λάβῃ τὸ κέρδος μου. Καὶ ἀπῆλθεν ὁ ἀδελφὸς
αὐτοῦ μετὰ πολλοῦ κόπου, καὶ ἤνεγκεν αὐτά· εἰ δὲ
μὴ, ὁ γέρων ἀπʼ αὐτῶν ἀνεχώρει. Ὡς οὖν εἶδεν
αὐτὰ, ἐχάρη, ὡσεὶ μέγαν εὐρὼν θησαυρόν.α
ια. Ἡκουσέ ποτε ὁ πρεσβύτερος τοῦ Πηλουσίου
περί τινων ἀδελφῶν, ὅτι συνεχῶς εἰς τὴν πόλιν εἰσὶ,
καὶ λούονται, καὶ ἀμελοῦσιν ἐαυτῶν· καὶ ἐλθὼν εἰς
τὴν σύναξιν, ἦρεν ἀπʼ αὐτῶν τὸ σχῆμα. Καὶ μετὰ
cis et candelæ, seu funalia et cerei funales. Obser-
vatum fuit a veteribus et recentioribus.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.