PG 66, col. 1045
τηνάρια τρία εἰς λόγον τῶν πτωχῶν, λέγων· « Δέξαι
τὰ τρία κεντηνάρια, καὶ δίδος πτωχοῖς, καὶ ποίησόν
μοι γραμμάτιον, ὅτι ταῦτά μοι ἀποδώσει Χριστὸς ἐν
τῷ μέλλοντι αἰῶνι. » Ὁ δὲ τὸ χρυσίον δεξάμενος,
προθύμως ἐποίησεν αὐτῷ τὸ γραμμάτιον ὡς ἤθελεν.
Σήσας δὲ χρόνους τινὰς μετὰ τὸ ἅγιον βάπτισμα,
ἠσθένησεν τὴν ἐπὶ θάνατον ἀσθένειαν. Καὶ μέλλων
τελευτᾷν, λέγει τοῖς τέκνοις αὐτοῦ,ὅτι « Ὡς κηδεύετέ
μοι, τοῦτον τὸν χάρτην θέτε εἰς τὰς χεῖράς μου, καὶ
οὕτως μετʼ αὐτοῦ θάψατέ με. » Οἱ δὲ, τελευτήσαντος
αὐτοῦ, καθὼς ἐνετείλατο αὐτοῖς, καὶ πεποιήκασι. καὶ
θάπτοντες αὐτὸν μετὰ τοῦ ἰδιοχείρου κατώρυξαν. Καὶ
τῇ τρίτῃ τῆς ταφῆς ἡμέρᾳ φαίνεται τῷ ἐπισκόπῳ
Συνεσίῳ νυκτὸς καθεύδοντι, λέγων · « Ἐλθὲ εἰς τὸν
τάφον, ἔνθα κατάκειμαι, καὶ λάβε σου τὸ ἰδιόχειρον.
Ἐλαβον γὰρ τὸ χρέος, καὶ ἐπληρώθην, καὶ οὐδένα
λόγον ἔχω πρός σε, καὶ, πρὸς τὴν πληροφορίαν σου,
ἰδιόχειρον ἐν αὐτῷ καθυπέγραψα.» Ἡγνόει δὲ ὁ ἐπί-
σκοπος, ὅτι συνετάφη τῷ φιλοσόφῳ τὸ αὐτοῦ ἰδιόχει-
ρον. Καὶ πρωῖας μεταστειλάμενος τοὺς υἱοὺς αὐτοῦ,
εἶπεν αὐτοῖς, « Τί ποτε κατεθήκατε μετὰ τοῦ κλο-
σόφου ἐν τῷ τάφῳ; » Οἱ δὲ ἐτόμιζον, ὅτι περὶ χρημά-
των αὐτοῖς λέγει, καὶ εἶπον αὐτῷ· «Οὐδὲν, δέσποτα,
πλὴν τῶν ἐνταφίων αὐτοῦ; Τί οὖν; φασίν. « Οὐδὲ
χάρτην τινὰ συνεθάψατε αὐτῷ; » Οἱ δὲ ἀναμνησθέντες
(ὴγνόουν γὰρ, ὅτι περὶ χάρτου λέγει) λέγουσιν αὐτῷ·
« Nαὶ, δέσποτα, χάρτην τινὰ τελευτῶν δέδωκεν ἡμῖν,
λέγων· Ὡς θάπτετέ με, τοῦτόν μοι τὸν χάρτην δότε
κρατεῖν εἰς τὰς χεῖρας, μηδενὸς τοπαράπαν γινώ-
σκοντος. » Τότε εἶπεν αὐτοῖς ὁ ἐπίσκοπος τὸν ὄνειρον,
ὄν κατὰ τὴν νύκτα ἐκείνην θεασάμενος ἦν, καὶ λα-
βὼν αὐτοὺς μετὰ τῶν κληρικῶν, καὶ τῶν κτητόρων,
καί τινας ἀπὸ τῆς πόλεως, ἀπίη ἐπὶ τὸν τάφον τοῦ
φιλοσόφου. Τοῦτον ἀνοίξαντες εὐρίσκουσι τὸν φιλό-
σοφον κείμενον, καὶ τὸ ἰδιόχειρον τοῦ ἐπισκόπου ταῖς
οἰκείαις χερσὶν κατέχοντα, λαβόντες ἐκ τῶν αὐτοῦ
χειρῶν τὸ ἰδιόχειρον ἤνοιξαν, καὶ εὗρον αὐτὸν νεωστὶ
γεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου, οὕτως· ἘἘγὼ
Εὐάγριος φιλόσοφός σοι τῷ ὀσιωτάτῳ πυρίo
Συνεσίῳ ἐπισκόπτῳ χαίρειν. Ἐέαβον τὸ ἐν τούτρ
τῷ πιετακῖῳ σου γεγραμμένον, καὶ ἐπληρώθην,
καὶ οὐδένα λόγον ἔχω πρός σὲ, ἔνεκα οὖ δέδωκά
σοι χρυσίου, ἢγουν διὰ σοῦ, Χριστῷ τῷ Θεῷ καὶ
Σωτῆρι ἡμῶν. Κατεπλάγησαν δὲ οἱ βλέποντες, καὶ
ἐπὶ ὥρας πολλὰς, τὸ Κόριε ἐλέησον βοῶντες, ἐδό-
ζαζον τὸν Θεὸν τὸν ποιοῦντα θαυμασίαν, καὶ τοιαύτην
ἀεὶ πληροφορίαν διδόντα τοῖς δούλοις αὐτοῦ. Διεβε-
βιοῦτο δὲ καὶ τοῦτο ὁ αὐτὸς κύριος Λεόντιος, ὅτι τὸ
ἰδιόχειρον τὸ ἔχον τὴν ὑπογραφὴν τοῦ φιλοσόφου σώ-
ζεται μέχρι τῆς σήμερον, καὶ ἐν τῷ κειμηλαρχείῳ
τῆς ἐκκλησίας Κυρήνης κεῖται. Οἶος ἂν προβληθῇ
κειμηλιάρχης ἐκεῖ, μετὰ τῶν ἱερῶν σκευῶν καὶ
αὐτὸ παραλαμβάνει, καὶ φυλάττει αὐτὸ ἐπιμελως,
καὶ τῷ μετʼ αὐτὸν σῶον καὶ ἀβλαβὲς ἐπιδίδοται.
atque eum dcinceps successori suo integram illam inviolatamquc reconsignare.