PG 66, col. 745

ΚΕΦΑΛ. ς’.
Στίχ. γ’. - Ἀνῆλθεν (2) εἰς τὸ ὅρος διδάσκων
ἡμᾶς, ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλά-
χθαι δεῖ ταραχῆς καὶ καιρὸν καὶ τόπον θορύϐου καθα-
ρδν ζητεῖν.
Στίχ. ε’. - Πῶς ούκ (5) ἀναϐαίνει είς τὴν ἑορτὴν,
ἀλλὰ πάντων ἐπειγομένων εἰς τὰ Ἰεροσόλυμα, αὐτὸς
εἰς τὴν Γαλιλαίαν ἔρχεται ; λοιπὸν ὑπεξέλυσε τὸν νό·
μον , ἀφορμὴν λαμϐάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονη-
ρίας ο ἐπισημαίνεται δὲ ό εὐαγγελιστὴς καθ’ ὃν ἔμελ-
λεν τὸ σημεῖον ποιεῖν , ὡς ἂν φαίνεσθαι ταῦτα πρὸ
ὀλίγου τῆς ἑορτῆς γεγενῆσθαί τε καὶ ᾑρῆσθαι δι δι-
ηγεῖσθαι μέλλει. Καὶ ἀναϐλέψας τοῖς ὀφθαλμοῖς
' ὁρᾷ ὄχλον πολύν· δείκνυσιν ὄτι οὐδέποτε ἁπλῶς
ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἴσως ἀκριϐολογού-
μενός τι πρὸς αὐτοὺς , καὶ ἐπιστρέφων πρὸς ἑαυτὸν,
δ μάλιστα αὐτοῦ τὴν κηδεμονίαν ἐνδείκνυται, καὶ
τὸ ταπεινὸν καὶ τὸ συγκαταϐατικὸν τὸ πρὸς ἐκείνους·
συνεκάθηντο γὰρ πρὸς ἀλλήλους ὁρῶντες · εἶτα άνα-
ϐλέψας ὁρᾷ τὸν ὄχλον, καὶ τὰ ἑξῆς.
Στίχ. ς’. -Εί δὲ (3’) πρὸς ἕνα λέγειν ό Κύριος
ὲδόκει,ὰλλ“ οὖν γε κοινδν ὑπὲρ τῆς ἁπάντων χρείας τὸν
’λόγον ἐποιεῖτο. Ὅμως ὁ εὐαγγελιστὴς ἑρμηνεύων καὶ
τῆς ἐρωτήσεως τὸν τρόπον ἐπάγει ’ Τοῦτο δὲ ἔλεγε
πειράζων αὑτὸν , ἀντὶ τοῦ, δοκιμάζων, εἰπὼν , ἵνα
εἴπῃ, δόκιμον ποιῶν. Τὸ γὰρ διαπορῆσαι πρότερον
ἐκεῖνον διὰ τὴν ἔνδειαν, εἶτα ὲκ παραδόξου θεωρῆσα
ν τὸ γινόμενον θαῦμα, ἐδίδασκεν αὐτὸν ἀεὶ τῷ Θεῷ τὸ
πᾶν ἐπιτρέπειν, καὶ μηδέποτε ὑπὸ ἐνδείας στενοχω-
ρεῖσθαι τὸν λογισμόν.
Στίχ. θ’. - Ταῦτα μέντοι (4) ἔφη, ὡς μὴ διὰ τὴν
οἰκείαν χρείαν ἀποκρύπτεσῡαί τι τῶν ἐνόντων δοκοίη.
Ὅτι μὲν γὰρ τοῦτο (5) μηδὲν ἦν πρὸς τοσοῦτο πλῆ-
θος, αὐτός τε ἔφη καὶτὸ πρᾶγμα οὐχ ἑτέρως ἔχει.
Στίχ. ιβ’. — Συναγάγετε (6) τὰ περισσεύσαντα
κλάσματα.. Τοῦτο μὲν λέγειν δόξας εἰς τὸ εὐπροσ-
ὡπως αὐτοῖς κελεῦσαι τὴν τῶν κλασμάτων ποιή-
σασθαι συλλογὴν, ἐκεῖνο δὲ οἱκονομούμενος ὅπερ ἐξ
αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον
ἀπολαύοντας μᾶλλον τοῦ γεγονότος μεμνῆσθαι Οαύ μα-
τος, ἢ καὶ ὥστέ δοθῆναι καὶ ἑτέροις (7) τὸ γεγενη-
μένον. Ἐφαίνετο, γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ὲν
τῷ πλήθει τῆς περισσείας καὶ ὅτι πάντα κατὰ τὸ
δοκοῦν αὐτῷ διαπράττεται. Συνεχώρησε δὲ περισσεῦ-
σαι τοσαῦτα κλάσματα ού δι’ ἐπίδειξιν. ἄπαγε, ἀλλ’
ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα.
Στίχ. κο’. — Τοῦτό (8) φησιν ὁ Κύριος συνεὶς, δτι
πλεῖστον αὐτῶνθ ὑπερϐαίνει τὴν ἀκοὴν ὁ περὶ τοῦ
μυστηρίου λόγος· τοῦτο γὰρ ἦν (9) ἡ πνευματικὴ
τροφή. Ούκ εὐθὺς οὖν ἐπιτρέχει τῇ διηγήσει, ἁλλ’
ὁδῷ κέχρηται τῇ πρεπούσῃ πρὸς τὸν λόγον. Ἡ γὰρ
(l) ῼτίιηιηδωροφορίαν.
(2) Cord. cat.'p.i 171.
('5) Mai ibid. p. 599.
(δ’) Cord. cat. p. 172.
φ) Cord. cat. p. 174.
ΡΛτιιοι.. Gn. LXVI.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.