PG 69, col. 681

την ἡμῖν είσκομίζων μόλις τῶν πρακτέων τὴν εἴδη-
σιν. '0 δὲ ἀληθῶς ίκανότατος καὶ μέγας ἡμῶν ἱερεὺς
καὶ δυνατὸς είς ἀποστολὴν, τουτέστι Χριστὸς, κατα-
σκιασμάτων ἀπηλλαγμένην παρέδειξε τὴν ἀλήθειαν.
Οὐ γάρ ἐστι βραδὺς ἢ ὀκνηρὸς τὴν γλῶτταν, ἢ βρα-
xi); τοῦς λόγους κατὰ Μωσέα, πολὺ δὲ λίαν εὐεπὴς,
καὶ μάλιστα ὡς σοφίας Λόγος τοῦ Θεοῦ καὶ Πατρός.
Θέα δὲ, πῶς οὐχ ἱκανὸς μὲν 6 νόμος είς 16 ἐξελέσθαι
δουλείας τοὺς ὑπὸ τῷ νοητῷ πράττοντας Φαραὼ,
τουτέστι τῷ Σατανᾷ, οὐδ’ ἂν ὠφελῆσαί τι τὴν γῆν 6
Θεσπέσιος Μωσῆς, καίτοι διαφανεστάτην ἐπ’ ἀρεταῖς
τὴν δόξαν ἑλὼν , μὴ οὐχὶ συνόντος τε αὐτῷ καὶ έπ-
αμύνοντος τοῦ Χριστοῦ. Τοῦτο δ’ ἂν μάθοις ὧδέ τε
ἔχειν καὶ ἀψευδῶς εἰρῆσθαι ἀφ’ ἡμῶν διὰ τὸ παρ-
’ εςεῦχθαι τὸν Ἀαρών. Καὶ διαλέγεται μὲν 6 Μωσῆς,
διατρανοῖ δὲ τὸν λόγον Ἀαρών. El μὴ γὰρ νοηθείη
πνευματικῶς 6 νόμος, ἀποκαλύπτοντος ἡμῖν τὰ ἐν
αὐτῷ τοῦ Χριστοῦ, σκοτεινὸν καὶ ἀσυμφανὲς ἔσται
τοῖς ἀκροωμένοις τὸ δηλούμενον. Καὶ γοῦν Ἰουδαῖοι
τὸν διερμηνεύοντα τὰ Μωσέως οὐκ ἔχοντες, τουτέστι
τὸν Χριστὸν, ἀπομεμενήκασιν ἀμαθεῖς. Τοιγάρτοι
καὶ ἔφασκεν 6 θεσπέσιος Παῦλος · ι Ἀχρι γὰρ τῆς
σήμερον ἠμέ ρας, 16 αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει
τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον,
ὅτι ὲν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα
ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν
αὐτῶν κεῖται. Ἦνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς Κύριον.
περιαιρεῖται 16 κάλυμμα. '0 δὲ Κύριος τὸ πνεῦμά
ἐστι, οὖ δὲ 16 πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. ι
Ὀρθῶς οῦν ἔφασκεν 6 τῶν ὅλων Θεὸς πρὸς τὸν ίεροο
φάντην Μωσέα περί τοῦ Ἀαρὼν , ὅτι ι Λαλῶν λαλή-
σει αὐτός σοι, καὶ αὐτὸς ἔσται σου στόμα · σὺ δὲ αὺτῷ
· τὰ πρὸς τὸν Θεόν. ι Καὶ οὐ δήπου φαμὲν ὅτι Θεῷ
προσεχέστερον καὶ μᾶλλον ἐγγὺς παρὰ τὸν Ἑμμα·
νουὴλ 6 Μωσῆς. '0 μὲν γάρ ἐστιν Υἱὸς καὶ ὲκ Θεοῦ
Πατρος κατά φύσιν, 6 δὲ μεθ’ ἡμῶν ὲν οἰκέταις, κᾶν
εί καλοῖτο γνήσιος. Δοκεῖ δέ πως γεγενῆσθαι τὰ πρὸς
τὸν Θεὸν αὐτῷ. Κεχρημάτικε γὰρ ὑπὸ νόμου ὡς άν-
θρωπος 6 Χριστὸς, καὶ τετήρηκε τὰ Μωσέως. Περι-
τέτμηται γὰρ ὀκταήμερος, καὶ τὴν τοῦ διδρὰχμου
σονεισεροράν ἐποιήσατο, καίτοι κατὰ φύσιν ἐλεύθερος
ὢν Υἱός. Ἔφαγε δὲ καὶ τὸ πάσχα, καίτοι πάλιν 6
αὐτὸς ὢν 6 ἀμνὸς 6 ἀληθινὸς 6 αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου. Ταύτητοι Μωσῆς μὲν γεγενῆσθαι λέγε-
ται τὰ πρὸς τὸν Θεὸν αὐτῷ. Ὅτι δὲ ἔμελλε καὶ αὑ-
ταῖς ἀπειθεῖν ὁ Ἰσραὴλ ταῖς διά Χριστοῦ θεοσημείαις,
παραδείξειεν ἂν 6 Μωσῆς, οὐδὲ αὐτοῖς τοῖς θαύμασιν
ἀπονέμων τὴν πίστιν. Τοιγάρτοι Μωσέως πρόσωπον
τοῖς ἐξ, Ἰσραὴλ περιθήσομεν, ὅτε κέκληνται δι’ αὑτοῦ,
καὶ τοῖς δι’ αὐτοῦ πεπαιδαγώγηνται νόμοις. Οὐκοῦν
ὅτι μὴ ἱκανὸς 6 νόμος τοῖς είς λύτρωσιν, ἀπόχρη δὲ
ἡμῖν εἰς τοῦτο τὸ τίμιον αἷμα τοῦ Χριστοῦ (δι’ αὑτοῦ
“ 11 Cor. In; H-l7. ⁴⁸ Exod. ιγ, 16. ⁸⁸ Joan. I, 29..

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.