PG 69, col. 684

καὶ καθικνεῖτο λοιπὸν είς Αἴγυπτον, ἀποπεραίνων εὖ
μάλα τὰ προστεταγμένα παρά Θεοῦ. Ἐπειδὴ δὲ ἁφ-
εστὴκει λοιπὸν τῆς Αἰγυπτίων οὐ μακρὰν, ἔφη πρὸς
αὑτὸν 6 τῶν ὅλων Θεόςο ‹ Πορευομένου σου καὶ ἀπο-
στρέφοντος είς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα ἃ
δέδωκα ἐν ταῖς χερσί σου. ποιήσεις αὺτά ἐναντίον
Φαραώ. ι Καὶ μεθ’ ἔτερα· ι Σὺ δέ ἐρεῖς Φαραώ·
Τάδε λέγει Κύριος Υἱὸς πρωτότοκός μου Ἰσραήλ.
Bina δέ σοι’ Ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι
λατρεύσῃ. Σὺ δὲ οὐκ ἐϐούλου ἐξαποστεῖλαι αὐτούς·
δρα οῦν, ἐγὼ ἀποκτενῶ τὸν υίόν σου τὸν πρωτότοκον.
Καὶ ἐγένετο, φησὶν, ἐν τῇ όδῷ ἐν τῷ καταλύματι
συνήντησεν αὐτῷ ἄγγελος Κυρίου, καὶ ἐζήτει ἀπο-
κτεῖναι αὐτόν. Καὶ λαϐοῦσα Σεπφὼρα ψῆφον, περι-
έτε με τὴν ἀκροϐυστίαν τοῦ υἱοῦ αὐτῆς, καὶ προσέπεσε
πρὸς τοὺς πόδας αὐτοῦ, καὶ εἷπε· Ἔστη τὸ αἷμα τῆς
περιτομῆς τοῦ παιδίου μου. Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς,
διότι εἶπεν ⁸ Ἐστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παι-
δίου pou. ι Ἀγγελος γὰρ ἐν εῖδει τῷ καθ’ ἡμᾶς ἐπ-
έθρωσκέ τε καὶ ἀνελεῖν ἐπεχείρει, δεδυσὼπ-ηται δὲ
μόλις, περιτε μούσης Σεπφώρας τὸν υἱον αὐτῆς, φημὶ
δὲ Γηρσάμ, ὃς ἦν καὶ πρωτότοκος, διερμηνεύεται δὲ
καὶ πάροικος. Τίνα οὖν ό όλοθρευτὴς ἐπεχείρει ἀν-
ελεῖν, σαφῶς οὐ μεμήνυκε Γράμμα τὸ ίερόν · ἀλλ’ ἢ
limata τυχὸν τῇδε τοῦ παιδίου περιτομῇ, καὶ οὐχ
ἑκὼν ἀπελήλαται. Διατρανοῖ δὲ πάλιν 6 τύπος, ὡς
καὶ ἐν τῷ αἵματι τοῦ Χριστοῦ νενίκηται θάνατος.
Σέσωσται δὲ τῶν πατέρωνή ἁγία πληθὺς, μᾶλλονδὲ
σύμπαν τὸ ἄνωθέν τε καὶ πρὸ αὑτοῦ γένος. Ἀπέθανε
γὰρ ὑπὲρ πάντων, καὶ 6 πάντων ἐν αὐτῷ λέλυται
θάνατος. Οὐ γὰρ ἐν αἵματι προφητῶν, ἀλλ’ ἐν τῷ
αἵματι τοῦ Χριστοῦ τοῦ νεωτάτου καὶ μετ’ αὐτοῦ
διαδιδράσκομεν τὸν ὀλοθρευτήν. « Εἰς τοῦτο γὰρ, (ρη-
σὶν, ό Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν
καὶ ζώντων κυριεύσῃ. ι El δὲ μὴ λέγοιτο τῷ Γηρσάμ
ἐπιθρώσκειν 6 ὁλοθρευτὴς, καὶ οὐχλ⁴ δὴ μᾶλλον τῷ
μακαρίῳ Μωσῇ, πάλιν ἐκεῖνο συνήσεις. Οὐ γὰρ διὰ
τῆς κατά νόμον περιτομῆς, τουτέστι, τῆς κατὰ σάρκα
καὶ αἰσθητῆς ἀπελήλαται θάνατος, ἀλλά διὰ τῆς ἐν
Χριστῷ, διὰ πνεύματος. ἢν ἐνήργηκεν ἐν τῷ πρω-
τοτὸκῳ καὶ νέῳ λαῷ, καὶτῷ παροίκῳ μὲν ἐπὶ γῆς,
ἐπιγραφομένῳ δὲ πάλιν τῆς ἀνω καὶ οὐρανικῆς· ήν
ή νοητὴ Σεπφώρα, τουτέστιν ἡ Ἐκκλησία, ἡ ἐκ Μα-
διάμ τε καὶ ἐξ ἐθνῶν, περιτέτμηκε ψήφῳ. Τόπος δ’
ἂν εἴη καὶ αῦτη τοῦ πνεύματος, διά τοι τὸ παναλκές
τε καὶ ἄθραυστον, καὶ μὴν ὅτι καὶ ἐκ πέτρας. Χριο
στοῦ γὰρ τὸ πνεῦμαο ι Πέτραδέ 6 Χριστὸς, ι καθὰ
καὶ 6 σοφὸς γράφει Παῦλος. ’ἰστέον δὲ ὄτι καὶ 6
μετὰ Μωσέα πάλαι γενόμενος Ἰησοῦς, μαχαίραις
πετρίναις περιέτεμε τοὺς υἱοὺς Ἰσραὴλ, τὴν ἀχειρο-
ποίητον ἐν Χριστῷ διά πε ριτομὴν αἰνιγματωδῶς ἡμῖν
σημαίνων, ὑφ’ ἣν καὶ ἡττᾶται Θάνατος, ήπερ ἐστὶν
_” lCor. ι, ι. ’,λθ Josue γ, 2.
...ιι-ς. -

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.