PG 69, col. 733

ἔχοντας τὸν Ἐμμανουήλ, τὸν τῆς δόξης Κύριον, τὸν
τοῖς ἀγαπῶσιν αὑτὸν, τὸν ὲκ πίστεως καὶ ἀρετῶν
περιτιθέντα κόσμον* ὡς ἐπὶ τούτῳ δὴ λίαν ἡσθέντας
εἰπεῖν· ι ’Δγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ.
Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐ-
φροσύνης. Ὠς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ.
ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ι Ἐκπρεπὲς γὰρ δὴ λίαν τὸ κάλλος, δῆλον δὲ ὅτι τὸ ὲν Χριστῷ τδ νοη-
τόν · δι’ οὗ καὶ μεθ’ οῦ τῷ Θεῷ καὶ Πατρὶ ή δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ είς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μω- Β
σέως.
ι *Αρά γε γινώσκεις ἀ ἀναγινώσκειςς ι Πρέποι ἂν
εἰκότως τοῖς Ἰουδαίων ἐπιφθέγγεσθαι δήμοις. οἳ πρὸς
τοῦτο ήκειν ἀποπληξίας νοηθεῖεν ἂν, ὡς ἀκαρδίους
λοιπὸν παρά γε τοῖς ίεροῖς ὀνομάζεσθαι λόγοις.
ι ’ἰδοὺ γὰρ, φησὶ, λαὸς purgo; καὶ ἀκάρδιος. Ὀφθαλ-
μδς αὑτοῇ, καὶ οὐ βλέπουσιν · ὦτα αὐτοῖς, καὶ οὐκ
ἀκούονται. ι Ὅτι δὲ ἀνόνητος παντελῶς καὶ ὁ νόμος
αὐτοῖς γέγονεν ὁ διὰ Μωσέως, διά τδ τῆς ἐνούσης
αὐτοῖς ἀσυνεσίας μέγεθος καὶ αὐτὸς ⁴ημῖν ὁ Χριστὸς
παρέδειξε λέγων · ι Ἐρευνᾶτε τὰς Γραφάς, [καὶ] ὅτι
ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αίώνιον ἔχειν. Καὶ
ἐκεῖναί εἰσιν ais μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέ-
λετε ἐλθεῖν πρός με, ἳνα ζωὴν ἔχητε. ι Πώρωσις μὲν
γὰρ ἀπὸ μέρους ἐγένετο τῷ Ἰσραὴλ, καὶ διὰ τοῦ
πνεύματος φωτισμὸν οὐκ ἔχοντες, ὀκνηροί. μὲν ἦσαν
περὶ τὴν πίστιν, δυσμετακόμιστοι δὲ κομιδῇ πρὸς
τὸ δεῖν ἑλέσθαι καὶ φρονεῖν τά είς σωτηρίαν χρήσιμα..
Ἀλλ’ οὐκ ἔξω δίκης εἷεν ἂν, ὅτι. μετά τὸ ἑλέσθαι τὸ
ὠφελοῦν, ἐτράποντο μᾶλλον είς ἀνουθέτητον ἀπείθειαν·
καὶ τὺ φῶς ἔχοντες τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἠγάπη-
σαν μᾶλλον τὸ ὡς ὲν νυκτὶ βαδίζειν καὶ σκότῳ. Τοῦτο
καὶ ὁ προφήτης ὑπεσήμηνεν λέγων περὶ αὐτῶν⁸
ι ’Υπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος ·
μείναντες αὐγὴν, ὲν ἀωρίᾳ περιεπάτησαν. ι Meps-
νήκασιγάρ τραχεῖς καὶ ὲξήνιοι, καὶ ὀλίγου παντελῶς
ἀξιοῦντες λόγου τὰ λυσιτελῆ. καὶ δι’ ὧν εἰκὸς καὶ
λίαν ἀμογητὶ διαδρᾶναι τὸ ἀδικοῦν. Ἐπεφὼνει-μὶν
γὰρ ὁ Χριστόςο ι Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. ι
Καὶ, ι Ἕως οῦ τὸ φῶς ἔχετε, περιπατεῖτε ὲν τῷ
φωτὶ, ἴνα μὴ ἡ σκοτία ὑμᾶς καταλάϐῃ. ι Οί δὲ ἦσαν
ὲν ἴσῳ τοῖς οὐκ ἔχουσι νοῦν, ἢ φρένας. Τοιγάρτοι
καὶ κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ διατελοῦσιν
ὡς ὲν νυκτὶ, ἀμέτοχοι παντελῶς τῆς θείας αὐγῆς.
καὶ τὸ φῶς τὸ θεῖον οὐκ ἔχοντες· οὐ συνιᾶσι γὰρ
παντελῶς τὴν θεόπνευστον Γ ραφήν. Καὶ διὰ ποίαν
αἰτίαν, σαφηνιεῖ λέγων ἡμῖν ὁ θεσπέσιος Παῦλος’
ι Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα
επὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ
ἀνακαλυπτόμενον ,, ὅτι ἐν Χριστῷ καταργεῖταιτ ’Λλλ’
ἓως σήμερον ήνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα
επὶ τήν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ’ ἂν ἐπι-
⁷³ Act. vm, 50. ⁷⁸ Jovem. v, 2|.
” lsa. Lm, Ιθ, ll.
⁷⁵ Joan. vm, l2. ³ο Juan. xu. 55.
ιιι. l9. τ’ lsa. Lux. 9.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.