PG 70, col. 1121

Ἐξεγείρου, ἑξετείρου, Ἰερουσαλὴμ, καὶ ἐνδυ-
cat τὴν ισχὺν τοῦ ,βραχίονός σου. Ἐξεγείρου
ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος.
Ἔοικεν ὲν τούτοις τῆς τοῦ Ἰσραὴλ κλήσεώς τε
καὶ ἐπιστροφῆς ποιεῖσθαι μνήμην, Κεκλήσεται γὰρ
καὶ αὐτὸς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν
Σωτῆρος Ἰησοῦ Χριστοῦ μετά γε τὴν τῶν ἐθνῶν εἰσ-
δρομὴν. Γέγραπται γοῦν ὲν προφήταις· «tam: ἡμέρας
πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασι⁴
λὲως, οὐδὲ ὖντος ἄρχοντος, οὔτε ίερατείας, οὔτε δή-
λων· καὶ μετὰ ταῦτα ἐπιστρέφουσιν Li υίοὶ Ἰσραὴλ,
καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δοιὸὶδ
τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ,
καὶ ἐπὶ τοῖς ἁγαοοῖέ αὑτοῦ ἐπ’ ἐσχάτου ἡμερῶν. ι
Ὀτι γὰρ ἐν τούτοις ὁ προφήτης Δαὸὶδ ὀνομάζει τὸν
ἐκ σπέρματος Δαίὶδ κατὰ σάρκα Χριστὸν, ἐνδοιάσειν
οἴμαι παντελῶς οὐδένα, Τεονεῶτος γὰρ ἠδη τοῦ Θεσπε-
σίου Δαῦὶδ,πολλοῐς ὕστερον χρόνοις οἱ τῆς προφητείας
γεγόνασι λόγοι. Οἷδε δὲ καὶ ὁ πάνσοφος Παῦλος ἐσο-
μένην κατὰ καιροὺς τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν διὰ
πίστεως κλῆσιν. Ἔφη γὰρ αὐτὸς ποτὲ μὲν, ὅτι
ι ’Ὁταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν είσέλθῃ, τότε πᾶς
Ἰσραὴλ σωθήσεται· ι ποτε δὲ καὶ αὐτοῖς τοῖςτιὲξ
ἐθνῶν πιστεύσασι προσδιαλέγεται, καί φησιν, ὡς περ).
φυτοῦ καὶ ἐλαίας · ι Ei δέ τινες τῶν κλάδων ὲξεκλά‹
σθησαν,ἱ’να σὺ ὲγκεντρισθῇς, μὴ κατακαυχῶ τῶν
κλάδων. ι Οὐ γὰρ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ὴ
ῥίζα σέ. Ὥσπερ γὰρ σὺ τῆς κατὰ φύσιν ἐξεκόπης
ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς κσλ.
λιέλαιον, οὕτω καὶ αὐτοὶ οξ κατὰ φύσιν ἑγκιντρισοή-
σονται τῇ ἰδίᾳ ἐλαίᾳ. Ὦ τοίνυν Ἰερουσαλὴμ, φησὶν,
ἐξεγείρου. Τοῦτο, οἶμαι, ἐστὶν ἐναργῶς, ὃδὴ γέγραφέ
τισιν ὁ ἱερώτατος Παῦλον ι Ἔγειρε, ὀ καθεύδων, καὶ
ἀνάστα ὲκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χρι-
στός. ι Διαγρηγόρησον τοίνυν, ἤγουν ὠς ἐκ νεκρῶν
ἐγέρθητι, φησίν- ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός
σου, καὶ οὐκ αἰσθητοῦ βραχίονος, νοητοῦ δὲ μᾶλλον,
τοῦ τῆς ψυχῆς, καθ¹ ἦν ἐστιν ἐναργῶς εὶς κατόρθω-
σιν ἀρετῆς. Ἡσθένησε μὲν γὰρ ὁμολογουμένοις ό
Ἰσραὴλ ὲμπαροινήσας Χριστῷ, ἐπιστραφεὶς δὲ καὶ
ἀνανήψας ἐνδύσεται πάλιν τὴν παρὰ Χριστοῦ δύνα-
μιν. Καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὑτὸν εἰρημένον δι’
ἐνὸς τῶν ἁγίων προφητῶν , Ἐπιστρὰφηθι, Ἰσραὴλ,
πρὶς Κύριον τὸν Θεόν σου , διότι ἠσθένησας ἐν ταῖς
ἀδικίαις σου. Εἴρηται δὲ καὶ περὶ αὐτῶν διὰ φωνῆς
Ἱερεμίου παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ·
ι Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἁσθένε;σ.ν. καὶ
ἀσθενήσουσιν ὲν αὑτῇ πατέρες, καὶ ιιίοὶ ἅμα, γείτων
καὶ ὁ πλησίον αὑτοῦ ἀπολοῦνται. ι Ἀποπέπτωκε γὰρ
ὀλοτρόπως ὁ Ἰσραὴλ, διὰ τὴν εἰς Χριστὸν ἀσέϐειαν,
τοῦ καὶ ὅλως δύνασθαί τι πληροῦν τῶν τελεῖν εἰω-
θότων ἐξαίρετον ζωήν. Ἀλλ’ ὲξεγείρου. φησὶν, ὡς
ἐν ἀρχῇ ἡμέρας, ὡς ὲν γενεᾷ αἰῶνος, ὥστε σε πρὸς
τοῦτο δραμεῖν, καὶ ἀναφοιτῆσαι πάλιν εἰς ὅπερ mea
’τ ltum. τι, 25, 26.
"‘ ll Cor. tv, Π. "‘ Osc. ttt,‘o, 4.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.