PG 70, col. 28

λόγος. Ἔτι μὲν γὰρ τοὺς τῆς δικαιοσύνης ἔχουσαν
καρποὺς, ἀσφαλείας τε καὶ Μραφυλακῆς καὶ φει-
δοῦς ἁπάσης ἠξίου Θεός. Ἔφη γὰρ ὅτι ι Ἔσομαι
αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κύκλωθεν, καὶ είς
δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. ο Ψάλλει γὰρ καὶ ὁ
μακάριος Δασίδ’ ι Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνὼσει
ὁ φυλάσσων τὸν Ἰσραήλ. ι Ἐπειδὴ δὲ καίτοι γεγο-
νὼς ὁ Ἰσραὴλ, ἀμπελὼν Κυρίου Σαϐαὼθ, κεχαρά-
κωται μὲν καὶ ἠξιώθη φραγμοῦ. Τέτοκε δὲ ἀκάνθας,
καὶ δέδοται παρὰ Θεοῦ τοῖς ἀδικεῖν εἰωθόσιν, ι Καθ-
ελῶ γὰρ, φησὶ, τὸν φραγμὸν αὑτοῦ, καὶ ἔσται εἰς
διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται
είς καταπάτημα, καὶ ἀνήσω τὸν άμπελῶνά μου, καὶ
οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. ι Τοιγάρτοι καὶ
ἐλυμήνατο αὐτὴν κάπρος ἐκ δρυμοῦ, καὶ ὄνος
ἄγριος κατενε μήσατο αὐτὴν, ὅτι δὲ ἀνῆκε τὸν ἀμπε-
λῶνα Θεὸς, καὶ ἐγκαταλέλειπται παρ’ αὑτοῦ διδάσκει
λέγων ὁ Σωτήρ· ι Ἰερουσαλὴμ, Ἰερουσαλὴμ, ἡ
ἁποκτενοῦσα τοὺς προφήτας. καὶ λιθοϐολοῦσα τοὺς
ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα em-
συναγαγεῖν τά τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὅρνις
τά νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή-
σατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἕρημος. ι
Προανακεκράγει δὲ τοῦτο καὶ διὰ φωνῆς προφήτου
λέγων’ Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν
κληρονομίαν μου. Δέδωκα τὴν ἠγαπημένην ψυχὴν
μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἑγενήθη ἡ κληρονο-
μία μου ἐμοὶ, ὡς λέων ὲν δρυμῷ, δέδωκεν ἐπ’ ἐμὲ
φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. ι Διαμέ-
μνηται δέ που Ἰώσηπος, ὁ τὰ τῆς Ἰουδαίων γῆς
ὲκτραγῳδήσας πάθη. "Ott μελλούσης ἁλῶναι τῆς
Ἰερουσαλὴμ, ἤκουον οἱ ἱερεῖς ὲν τῷ ναῷ φωνῆς, ὡς
τῶν ὲν αὐτῷ βοώντων ἀγγέλων, Μεταόαίνωμεν ὲν-
τεῦθεν. ’Ότι δὲ πόλεως πολιορκουμένης, φυγῆς
παρὰ πάντων ζητεῖται τρόπος τῶν ὲν αὐτῇ, πῶς
ἐστιν άμφιὸαλεῖν; ἐντεῦθέν ἐστι τὰ τῆς Ἰουδαίων
χώρας διατεκμαίρεσθαι πάθη. Τριπὸθητον γὰρ τοῖς
πολιορκουμένοις κατεφαίνετο καὶ τὸ μόνην δύνασθαι
διασῶσαι ψυχήν. Οῖκου δὲ καὶ περιουσίας ἢ καὶ τῆς
πόλεως αὐτῆς οὐδεὶς ἦν αὐτοῖς παντελῶς λόγος.
D ’ἰστέον δὲ ὄτι καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἐγκατα-
λείπεσθαι παρὰ Θεοῦ συμϐαίνει πολλάκις, εἰ μὴ
ἕλοιτο διορθοῦν τὰ διατεταγμένα, καὶ δεσποτικοίς
θεσπίσμασιν ὑποφέρουσα τὸν αὐχένα, τοὺς τῆς εἰς
αὐτὸν εὐσεϐείας ἀποτίκτει καρπούς. Ei καὶ κεκρη-
μάτικεν υἱὸς ἢ θυγάτηρ Θεοῦ, εί καὶ γέγονε Σιὼν,
ὅ ἐστι σκοπευτήριον, τοῦτ’ ἔστιν ἐν ὑψηλῇ διανοίᾳ
καὶ νῷ καθαρωτάτῳ καὶ ὁρᾷν εἰδότι μυστήρια. Εἶτα
Καὶ εὶ μὴ Κύριος Σαϐαὼθ ἐγκατέλειπεν ἡμῖν
atth. χχιιι, 37,38. ’⁸ ,ιρι-ειη. xu, 7,8.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.