PG 70, col. 29

σπέρμα, ὡς Σόδομα ἄν ἐγενήθημεν, καὶ ὡς ο-
μιῥῥα ἄν ὡμοιώθημεν.
Καταπρησθείσης τῆς χώρας διάτοι τὴν εἰς Χρι-
στὸν ἀσέβειαν, σέσωσται καὶ οὕτω τὸ κατάλειμμα
τοῦ Τσραὴλ, Θεοῦ κατοικτείροντος, καὶ ταῖς τῶν
πατέρων μνήμαις δῶρον καθάπερ τι καὶ τοῦτο μετὰ
τῶν ἄλλων ἐξαίρετον ἀπονέμοντος. Οὐ γὰρ ἀπόλωλεν
ὀλοτρόπως, οὕτε μὴν ἐξ σὐτῶν κατεσείτθη βάθρων,
ἀλλὰ μεμένηκεν ἐν λειψάνοις. Ἡσαν γὰρ ἐξ αὐτῶν
καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ μὴν καὶ ὅσοι πεπι-
στεύκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν.
Κληθήσονται δὲ καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς,
καὶ οἱ μήπω πιστεύσαντες. Καὶ πρός γε τοῦτο ἡμᾶς
πιστώσεται λόγος προφητικός. Λέγει δὲ οὕτως·
« Ἔι πολλὰς ἡμέρας καθήσονται οἱ υἱοὶ Ἰσραὴλ,
οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὕσης
θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὕτε ἱερατείας
οὕτε δήλων.
Καὶ μετὰ ταῦτα
ἐπιστρέψουσιν οἱ
υἰοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι
Κύριον τὸν Θεὸν
αὐτῶν καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν. Καὶ ἐκ-
στήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς
αὐτοῦ ἐπʼ ἐσχάτου τῶν ἡμερῶν. » Καὶ μὴν καὶ ἐτέ-
ρωθι ὁ τῶν ὅλων Θεός· « Τἱ σε διαθῶ Ἐφραῖμ;
περασπιῶ σου, Ἰσραήλ;Τί σε διαθῶ; Ὡσεὶ Ἀδάμα
θήσομαί σε, καὶ ὡς Σεβωείμ· μετεστράφη ἡ καρδία
μου, ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου·
οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ
μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραῖμ, διότι
ἐγὼ Θεός εἰμι, καὶ οὐκ ἄνθρωπος ἔν σοι ἄγιος. »
Ἀκούεις ὅπως οὐ κατὰ τὸ μέγεθος τῆς ὀργῆς ποιή-
σειν κατʼ αὐτῶν ἐπηγγείλατο, προὐπισχνεῖτο δὲ
μᾶλλον πλημμε.
ἠπείθησαν μὲν γὰρ καὶ
κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ πρὸς αὐτοῖς γεγονό-
e
τες τοῖς τοῦ Ἰορδάνου νάμασι, καὶ κληρονομεῖν μέλ-
λοντες τῆς ἐπαγγελίας τὴν γῆν. Ὁθεν ἔφη Θεός·
« Ὡς ὥμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς
τὴν κατάπαυσίν μου. » Πέπτωκε γὰρ τὰ κῶλα αὐτῶν
ἐν τῇ ἐρήμῳ, καὶ ἅπαντες δεδαπάνηνται, πλὴν Χα-
λὲδ υἰὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Καυῆ. Συνεισ-
έβησαν τῷ νέῳ λαῷ, καὶ διῆλθον τὸν Ἰορδάνην, καὶ
κλῆρον ἐσχήκασι τὸν παρὰ Θεοῦ, Τύπος δʼ ἂν εἶεν
οὗτοι τοῦ καταλείμματος τοῦ Ἰσραὴλ, σεσωσμένου
μὲν διʼ ὑπακοῆς πίστεως τῆς εἰς Χριστὸν, διαβιβα-
σθέντος δὲ μεθʼ ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κλη-
ρονομήσειν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν.
βὐχαριστεῖ τοιγαροῦν ὁ προφήτης, λέγων· Εἰ μὴ
Κύριος Σαδαὼθ ἐγγκατέλιπεν ἡμῖν σπρχα, ὡς
Σόδομα ἄν ἐγενήλημεσ, καὶ ὡς ἔομόῥῥα ἀν
ώμοιώθημεν. Λελατρευκότος γὰρ εἰδώλοις τοῦ Ἰσ-
ραὴλ, ἀνελόντος δὲ καὶ προφήτας, ἀρνησαμένου τε
Χριστὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότος τὸν ἀρχηγὸν
τῆς ζωῆς, τὸν εἰσάπαν δλεθρον καταψηφίσασθαι
παντὸς γένους ἐχρῆν τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δέ
ἐστιν ἀγαθὸς ὑπὲρ λόγον, τετήρηκε τὸ κατάλειμμα,
και οὐ γεγόνασιν ἐν ἴσῳ τοῖς Σοδόμοις, οἱ παγγενεί
τε καὶ πανοικεὶ καὶ αὐταῖς..
⁶ Osce m, 4, 5. ⁶ uce α..8. ¹ Psnl. Xc, 1I.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.