PG 70, col. 34

ἡσθείη διὰ τοῦτο Θεός; τίς γὰρ ὲξεζὴτησε ταῦτα ὲκ
τῶν χειρῶν ύμῶν; εἰ γὰρ καὶ λελάληκεν 6 Μωσῆς
περὶ ὁλοκαυτωμάτων καὶ θυσιῶν, ἀλλ’ ἦν καὶ πάλαι
τῆς τοιᾶσδε λατρείας 6 τρόπος ἀϐούλητος τῷ Θεῷ.
Ἐπειδὴ δὲ διὰ τύπου καὶ σκιᾶς παιδαγωγεῖν ἔδει
πρὸς ἀλήθειαν μέχρι καιροῦ διορθώσεως τέθειται τὰ
ὲν νόμῳ, οὐκοῦν ὅσον ἦκεν εἷς γε τὸ ἀληθὲς ἀρέσκειν
τῷ Θεῷ· οὐδ’ ἂν ὅλως ἐλάλησε περὶ θυσιῶν τῶν κατᾶ
νόμον. Ἐπειδὴ δὲ τῶν τὸ τηνικάδε παιδαγωγου μένων
ἀσθενὴς ἦν 6 νοῦς, κεχειραγώγηντο διὰ τύπου καὶ
τῆς κατά τὸ γράμμα σκιᾶς εἰς ἀλήθειαν. Ἐνεστηκό-
τος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει τὸ λοιπὸν τὸ τῆς ἀλη-
θείας ἐκφαίνεσθαι κάλλος, περιττὸς 6 τύπος, ἀνόνη-
τος ἡ σκιά. Ταύτῃ τοι φησὶν, ὃτι πατεῖν τὴν αύλῶνά
μου ού προσθήσεσθε. Ἐὰν φέρησθε σεμίδαλιν, μάέ
ταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν. Ἡμεῖς μὲν γὰρ
oi πίστει τῇ εἰς Χριστὸν ὲκλελαμπρυσμένοι, τάς
πνευματικὰς θυσίας προσκομιοῦντες τῷ Θεῷ, τὰς
ἀγίας αὐτοῦ πληροῦμεν αὐλὰς, τοῦτ’ ἔστιν ικκληέ
σίας. ’Λπαράδεκτος δὲ παρά Χριστοῦ παντελῶς ὲν
ἐκκλησίαις τῆς Ἰουδαϊκῆς λατρείας 6 τρόπος. Είσδε-
χθεῖεν γὰρ ἂν ἥκιστά γε σεμίδαλιν έλαιόδευτον, καὶ
διὸ αἰσθητὸν θυμίαμα προσάγειν ἐθέλοντες. Μεμνήδ
μεθα γὰρ Θεοῦ λέγοντος περὶ αὐτοῦ. Βδέλυγμά μοι
ἐστιν. Kal. ἡμεῖς μὲν τὰς ἁγίας ἐπὶ Χριστῷ τελοῦμεν
ἑορτάς. Ἰουδαῖοί γε μὴν τῶν ὲν τύποις οὐκ ἐξιστά-
μενοι, σαλπίζουσιν ὲν Νεομηνίας ἡμέρᾳ, ἀργὸν
ἡγοῦνται τὸ Σάδδατον, καὶ τὴν καλουμένην μεγάλην
τιμῶσιν ἡμέραν. Ἔστι δὲ αὕτη τῆς ἑορτῆς τῆς κα-
λουμένης σκηνοπηγίας ἡ τελευταία, κᾶν εἰ νηστεύ-
σειαν τῷ Θεῷ, τύπτουσι πυγμαῖς ταπεινόν. Ούκοῦν
ἀκουέτωσαν λέγοντος αὑτοῦ. Τὰς ἑορτὰς ὑμῶν μισεῖ
ἠ ψυχή μου. Ταῦτα δέ φησι μεθιστὰς ὲκ τύπων ἐπὶ
τὸ ἀληθὲς, καὶ τοῖς διὰ Χριστοῦ θεσπίσμασιν ὑποφέο
ρειν ἀναπείθων τὸν τῆς διανοίας αὐχένα, ἵνα πολιε-
τεύοιντο μεθ’ ἡμῶν εύαγγελικῶς. Ταῖς νοηταῖς εύ-
οσμίαις κατευφραίνοντες Θεόν. Καὶ ὥσπερ τι θυμίαμα
Ἐγενήθητέ μοι εις πλησμονὴν, ουκ ἔτι ἀνήσω
τὰς ἁμαρτίας ὑμῶν. Ὅταν τὰς χεῖρας ἐκτείνητέ
πρός με, ῐὰποστρέψω τοὺς ὀφθαλμούς μου dy‘
ὑμῶν. Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ
ἀκούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος
πλήρεις.
Τὰ είς πλησμονὴν ἡτοι κόρον ἥκοντα τῶν πραγμάο
των καταφρονεῖσθαι φιλεῖ, καὶ ὀλίγου παντελῶς
ἀξιοῦται λόγου, μᾶλλον δὲ ἤδη καὶ διά μίσους ἔρχε-
ται. Καὶ γοῦν 6 σοφώτατος Σολομὼν, t Βραδέως εἴσαγε,
φησὶ, σὺν πόδα πρὸς τὸν φίλον, ἴνα μὴ πλησθεὶς
σου μισὴσῃ σε. ι Ἔφη τοίνυν Ἰουδαίοις 6 τῷν ὅλων
Θεὸς, κατακεκόρεσμαι τῆς έὼλου σκιᾶς, ἡγοῦμαι δὲ
ἤδη φορτικοὺς, κᾶν εἰσέρχησθε ὀφθῆναί μοι. Παρ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.