PG 72, col. 388

ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προϐάτων.
Οὗτοί (1) εἰσιν οἱ αἱρετικοὶ, ἦτοι οἱ διὰ λόγων
πλαστῶν καὶ ἀμφιάσεων ἐξαπατῶντες τινας, καὶ ὅτ’
ἂν πείσωσιν , τότε αὐτοῖς ὑποϐάλλουσι ποιεῖν, ἃ μὴ
θέμις
Kal πᾶς ό ἁκούων μου τοὺς λόγους τούτους.
καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ,
ὅστις ᾠκοδόμησε τὴν οὶκίαν αὑτοῦ ἐπὶ τὴν ἅμμον.
'0 ἀκροατὴς μόνος τοῦ λόγου, οὐ μὴν καὶ ποιητὴς,
οἴκῳ ἀπεικάζεται ἐπὶ τῆς ψάμμου οἰκοδομηθέντι, ὃς
ὲν καιρῷ πειρασμοῦ καταπίπτει, καὶ χώννυται, τῶν
πατέρων τῆς πονηρίας ἐπιπνευσάντων, τῶν ταρατ-
τομένων ὑδάτων ἕως ψυχῆς εἰσελθόντων, καὶ τοῦ θον
λεροῦ χειμάρρου τῆς ἀνομίας αὐτὸν ἐκταράξαντος,
καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπισείσαντος κίνδυνον.
Καλῶς δέ ἐπὶ μὲν τοῦ φρονίμου, ι Ὀμοιώσω αὐτὸν, ο
εἶπεν · ἐπὶ δὲ τοῦ μωροῦ ι Ὀμοιωθήσεται. ι '0 μὲν
γὰρ τῆς ἀρετῆς ἐργάτης πάντα ἰσχύει ἐν τῷ ἐνδυνα-
μοῦντι αὑτὸν Χριστῷ, παρ’ οὗ παρ’ ἀνθρώποις τὸ
κατορθούμενον, παρ’ ob σοφία καὶ σύνεσις καὶ πρὸς
τὸ ἀγαθὸν ἐξομοίωσις.⁹0 δὲ φαῦλος οὐχὶ Θεὸν ἔχει
τῆς ἐαυτοῦ κακίας καὶ ἀφροσύνης αἴτιον, ἀλλ’ αὐτος
ὁμοιοῦται τῷ ἄφρονι τοῦ κατὰ φύσιν ἀποστὰς, καὶ
ὲν τῷ παρά φύσιν γενόμενος.
Καλῶς (2) δὲ μωρὸν ἐκάλεσε τοῦτον. Τί γὰρ ἂν
γένοιτο ἀνοητότερον τοῦ οἰκίαν οἰκοδομοῦντος ἐπὶ
ψάμμου, καὶ τόν μὲν πόνον ὑπομένοντος, τοῦ δέ καρ-
ποῦ καὶτῆς ἀναπαύσεως ἀποστερουμένου, καὶ ἀντὶ
τούτου κόλασιν ὑπομένοντο;; ὅτι γὰρ καὶ οί κακίαν
μετιόντες κάμνουσι, παντί που δῆλόν ἐστιν⁹ ἀλλ’
οὐδὲ ἀπὸ τῶν πόνων τούτων καρποῦνται κέρδος, ἀλλά
καὶ πολλὴν ὑπομένουσι τὴν ζημίαν · ὡς γάρ φησιν ὁ
Παῦλος, ι Ὀ σπείρων ἐντῇ σαρκὶ, ἐκ τῆς σαρκὸς θε-
ρίσει φθοράν. ι
Θέλω, καθαρίσθητι.
’Λπτόμενος τοῦ λεπροῦ ὀ Σωτὴρ ἐθεράπευσεν αὖ·
τὸν, δεικνύων ὡς τὸ Πνεῦμα τὸ ἐν αὐτῷ θεραπεύ;ι
τὰς νόσους. Τὸ δὲ σῶμα τῇ προσψαύσει τὸν άγιασμδν
παρέχεται.
Τί δὲ ἦν τὸ δῶρον τὸ παρὰ τοῦ λεπροῦ κατὰ τὸν
νόμον προσαγόμενονς Δύο ὀρνίθια, ὦν τὸ ἐν ἔσφαξεν
ὀ ἱερεὺς ἐφ’ ὕδατι ζῶντι, καὶ λαϐὼν ξύλον κέδρινον.
καὶ κεκλασμένον κόκκινον, καὶ ὖσωπον ο καὶ τὸ ἓτε-
ρον ὀρνίθιον τὸ ζῶν, ἔδαπτεν αὐτὸ είς τὸ αἷμα τοῦ
ἐσφαγμένου ὀρνιθίου ἐφ’ ὕδατι ζῶντι, καὶ ἐχριε τοῦ
καθαριζομένου λεπροῦ τὰ δεξιὰ, ὠτίον, χεῖρα, καὶ
πόδαο τὸ δὲ ὀρνίθιον τὸ ζῶν, ἐξω τῆς πόλεως είς τδ
πεδίον ἐξαπέστειλεν. Ἐπιτήρει οῦν ὅπως διὰ τῶν εί-
ρημένων ὀλόκληρον ἡμῖν ζωγραφῆται Χριστόν. Διά
μὲν γὰρ τοῦ ζῶντος ὀρνιθίου τὸν ζῶντά τε καὶ οὐράνιον
νοήσεις Λόγονο διὰ δὲ τοῦ αἳματος τοῦ ἐσφαγμένου
(2) Καλῶς σ- Herius! φθοράν. Mai ibid.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.