PG 72, col. 480

πων ἐσθ⁹ ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν
ἑτέραις, ᾤοντό τε ὅτι κατ’ οὐδένα τρόπον λυποῦσι
Θεὸν, κᾶν εἰ ἕλοιντο τοῦτο δρᾷν. Ἔτεροι δὲ ταῖς τῶν
ἀλλοφύλων ὲπεμαίνοντο θυγατράσι, καίτοι διακεκρα-
γότος τοῦ νόμου σαφῶςο ι Τὴν θυγατέρα σου οὐ
δώσεις τῷ υἱῴ αὐτοῦ, καὶ τὴν. θυγάτερα αὐτοῦ οὺ
λήψῃ τῷ υἱῷ σου. Ἀποστῆσει γὰρ τὸν υίόνπ σου ἀπ’
ἐμοῦ, καὶ⁵ πορευθεὶς λατρεὺσει θεοῖς ἑτέροις. ι Γ ἐί
γονε δὲ μακρὸς περὶ τούτου λόγος καὶ ὲν τοῖς τοῦ
Ἔσδρα βιϐλίοις. Ὅθεν τινὲς αὑτὸν ὑπολαμϐάνουσιν
εῖναι τὸν Μαλαχίαν, ἔχει δὲ οὐχ οὕτως τὸ ἀληθές.
Καὶ τὰ μὲν τῆς ὲπιπλήξεως ὲν τούτοιςο ὲν δέ γε τῷ
τέλει τῆς προφητείας τὸν περὶ τῆς τοῦ Σωτῆρος
ἡμῶν ἀναδείξεως ποιεῖται λόγον, ἅτε δὴ μελλούσης
τὸ τηνικάδε καθαρά τε καὶ ἀναίμακτος θυσία προσ⁴
κομίζεσθαι τῷ Θεῷ, καταλήγεινςδὲ τὸ. πάντων ἐγκλή-
TOMOZ ΠΡΩΤΟΣ.
ΚΕΦΑΛ. A'.
Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ
ἀγγέλου αὑτοῦ.
B'. Λῆμμα φησι τοῦ λόγου, τῆς παρὰ Θεοῦ προφηο
τείας οἱονεὶ τὴν λῆψιν. Ἐδὲχοντο γὰρ. οἱ μακάριοι.
προφῆται διὰ τοῦ ἁγίου Πνεῦματος τῶν εσομένων
τὴν γνῶσιν, τάς τε συμϐουλὰς καὶ μὴν καὶ τὰς επις
πλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ
καρδίας, όῦς ἂν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἦ
ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ
παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε
καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. (κακοῦν τῆς
προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ Κυρίου.
Ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν
ἔχει τινὰ τῆς προφητείας ό λόγος, μοχθηροῦ τε καὶ
ἀνιαροῦ πράγματος ὼς συμϐησομένου τοῖς ἐξ Ἰσραὴλ,
οῦτε μὴν ἐπαίνους ὡς βεϐιωκόσιν ὀρθῶς · ἐπίπληξιν
δὲ μᾶλλον ἐπί, τε ἱερέας καὶ λαούς. Τὸ δὲ, ι ἐν
χειρὶ ἀγγέλου αὑτοῦ, › τοιῶσδε νοήσεις διαχειρί-
ζοντος ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφη-
τείας διακονίαν τοῦ ἐπίκλην Ἀγγέλου, τὸ λῆμμα
γέγονεν ἐπὶ τὸν Ἰσραήλ. Εἴρηται δὲ Ἀγγελος ὁ Mr
λαχίας δι’ αἰτίας ἃς ἤδη προεῖπον.
Θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. Ἠγάπησα
ὑμᾶς, λέγει Κύριος.
Γ’. Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθη-
σομένων τὴν ἀκοήν · ἐσπουδασμένως δὲ μᾶλλον, καὶ
ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. Διακεῖσθαι γὰρ ι
ὦδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων
ὧν ἔσται. πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ
ὄνησις, ὅταν είς αὐτὸν είσχέωνται τὸν νοῦν. Ψὰλλει
γάρ που καί φησιν ὁ θεσπέσιος Δαϐίδ⁸ ι Ἐν τῇ ι
καρδία μουμξγρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω
’⁵ο t’sal. cxvm, 11.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.