PG 72, col. 481

μόνην προσαρῤάξαντες τὴν τοῦ ἀκούοντος ἀκοὴν, ei»
καίοις ὲν ἴσῳ καταλογισθείεν καὶ κρυπτοῐς. Τοιοῦτοί
τινες ἦσαν περὶ. ὧν ἔφη τις τῶν ἁγίων προφητῶν ·
ιι Ἰδοὺ λαὸς μωρὸς, καὶ άκάρδιος, ὀφθαλμοὶ αὐτοῖς,
καὶ οὐ βλέπουσιν ο ὦτα αὐτοῖς, καί¹ οὐκ ἀκούουσι. ι
ηαρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ προφήτης, λέγων·
ι Θέσθε δὴ ἐπὶ τάς καρδίας ὑμῶν· › τουτέστιν , είς
νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἑναποτιθέμενοι
λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες
τὴν δύναμιν, συναινέσατε πάντως ⁵ ι Ὠς ἠγάπησα
μὲν ὑμᾶς, λέγει Κύριος , ι ἠξίωσά τε ἀπάσης ἠμε-
ρότητος, καὶ φειδοῦς, καὶ τῆς τοῖς ἀγαπωμένοις
πρεπούσης φιλοτιμίας·. Τοῦτο δὲ αὖ εὖ μάλα κατ-
ονειδίξοντος μὲν , ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν
αὐτῷ , καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευ-
φραίνειν ταῖς ὲπιεικείαις καὶ ταῖς είς πᾶν ὁτιοῦν τῶν
ἁνδανόντων αὑτῷ σπουδαῖς τε καὶ προθυμίαις.Εἱ γάρ
ἑστι τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ’ ἡμᾶς
ἀποδιδόναι τὰς ὀφειλάς,τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ
τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τά πρὸς εὐθυ-
μίαν, εἰ μὴ βούλοιτό τις ἁντιτίνειν αὐτῷ τῶν δεδω-
ρημένων τὰς ἀμοιϐάς; ει καὶ ὅτι μάλιστα πρέποι ἂν
ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς ἀρτίφροσι· ιν Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ
μοις ι
Καὶ εἴπατεο Ἐν τίνι ἠγάπησας made; Οὐκ
ἁδελςρὸς ἦν Ἠσαῦ τοῦ Ἰακὼϐ, λέγει Κύριος, καὶ
ἠγάπησα τὸν Ἰακὼϐ, τὸν· δὲ Ἡσαῦ ἐμίσησα;
καί ἔταξα τὰ ὅρια αὑτοῦ είς ἀφανισμὸν, καί τὴν
κληρονομίαν αὑτοῦ είς δώματα ἐρήμου.
Δ’. Ἐπλὴττοντο μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς
ὲκ θείας ὀργῆς συμϐαίνουσι, πολυτρόπως δεδυσσεϐη-
κότες. ’Δπώθοντο γὰρ είς αἰχμαλωσίας, καταδῃωθεί-
aq; αὐτοῖς τῆς χώρας, οἴκων τε ὴρημωμένων, καὶ
ὁμοῦ τῶν θείων ναῶν κατεμπρησθέντων τῶν Ἰεροσο-
λύμων. Προφάσει δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ
ἀποφοιτᾷν» ἑλέσθαι [φησὶ] τῆς γνησιότητος τῆς πρδς
Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς νόμον
αίδώ. Ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ
Θεοῦ, καὶ σφόδρα γε ἦν εἰκὸς τῶν τῆς αἰχμαλωσίας
διαμεμνῆσθαι κακῶν, φάναι τε οὕτω τυχὸν τὸ, ιιἘν
τίνι ἠγάπησας ἠμᾶςς › οἱκονομικὼτατος λίαν ό τῶν D
ὅλων Θεὸς, παριππεύει μὲν τά διὰ μέσου συμϐήματα,
καὶ τὴν ἐπ’ αὐτοῖς παρατρέκει διήγησιν, ἀνακομίζει
γε μὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους
ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼϐ, ὃν ἀγαπῆσαι μὲν ίσχυ-
ρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἠσαῦ,
καίτοι τοῖς φύσεως νόμοις είς ἀδελφότητα τῷ τετι-
μημὲνῳ συνδούμενον.Ὠς γὰρ ό θεσπέσιος γράφει
. Παῦλος, ι Μήπω γεννηθέντων , μηδὲ πραξάντων τι
ἀγαθὸν,ῆ φαῦλον, ι ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼϐ,
ἐξ οὗ τὸ τῶν Ἰουδαίων ἀνεφύη γένος· ἐκϐέϐληκε δὲ
τὸν Ἡσαῦ, καὶ οὐ δήπου φαμὲν κατὰ πρόκλησιν (οὐ
γὰρ ἄδικος ὁ Θεὸς, οὗτε μὴν ἄνισον ἢ ὲτεραλκὲς τὸ
ἐφ’ ἑκάστῳ τῶν ἐπὶ⁷ τῆς γῆς διεξάγει κρῖμα προ-
“ Jerem. v, Ἡ. ’⁵³ Psal. ειν, 1‘2. ⁸⁸ ιν lteg. xxv

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.