PG 73, col. 192

προφήτου.» Οί μὲν γὰρ ὅτι κατὰ καιροὺς ἀναδειχθῂ-
σεται Χριστὸς προεφήτευον, 6 δέ ὡς ἥξει βοῶν, καὶ
παρόντα δέδειχε. ι Τῇ γάρ ἐπαύριον, φησὶ, βλέπει τὸν.
Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν. ι
Καὶ λέγει ο Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου.
Οὐκέτι τὸ, ι Ἑτοιμάσατε, ι καιρδν ἔχει τὸν πρέ ποντα⁶
⁷λοιπὸν ὁρωμένου καὶ ὄντος ἐν ὀφθαλμοῖς τοῦ δι’ δν
η ἐτοιμασία γίνεται ο ἐτέρων ἐδεῖτο λόγων ή τοῦ
πράγματος φύσις. Ἐχρῆν ἐξηγεῖσθαι τίς 6 παρὼν,
καὶ ἐπὶ τίσιν ἔχει τὴν κάθοδον 6 πρὸς ἡμᾶς ἐξ ούρα-
νῶν ἀφιγμένος. ι Ἴδε τοίνυν, φησὶν, 6 Ἀμνδς τοῦ
Θεοῦ, ι δν 6 προφήτης ήμϊν Ἡσαΐας κατεσήμαινε
λέγων · ι Ὦς πρόϐατον ἐπὶ σφαγὴν ἤχθη , καὶ ὡς
ἀμνὸς ἐναντίον τοῦ κείροντος αὑτὸν ἄφωνος. ι Ὃν καὶ
πάλαι, φησὶν , 6 διὰ Μωσέως ἀνετύπου νόμοςο ἀλλά
τότε μὲν ἔσωζε μερικῶς, οὐκ είς ἅπαντας ἐκτείνων
τὸν ἔλεον ο τύπος γὰρῆν, καὶ σκιά ' νυνὶ δὲ 6 πάλαι δι’
αἰνιγμάτων ζωγραφού μενος ὁ ἀληθινὸς Ἀμνὸς,τδ ἄμω-
μον ίερεῖον ὑπὲρ πάντων ἄγεται πρὸς σφαγὴν, ἵνα
τοῦ κόσμου τὴν ἁμαρτίαν ἐλάσῃ, ἴνα τὸν τῆς οἰκου-
μένης ὁλοθρευτὴν ἀνατρέψῃ, ἵνα καταργήσῃ τὸν θά-
νατον ὑπὲρ πάντων ἀποθανὼν, ἵνα λύσῃ τήν ἐφ’ ἡμῖν
κατάραν, ἶνα παύσηται λοιπὸν τὸ, ι Γῆ εἴ, καὶ είς
γῆν ἀπελεύσῃ, ι ἵνα γένηται δεύτερος Ἀδὰμ, οὐκ
ἀπὸ γῆς, ἀλλ’ ἐξ ούρανοῦ, καί ἀρχὴ γένηται τῇ ἀν-
θρώπου φύσει παντὸς ἀγαθοῦ, λύσις ἐπεισάκτου
φθορᾶς, πρόξενος αἰωνίου ζωῆς , ἀναμορφὼσεως τῆς
εἰς Θεὸν ὑπόθεσις , εὐσεϐείας καὶ δικαιοσύνης ἀρχὴ,
ὁδὸς εἰς βασιλείαν οὐρανῶν ο εἷς γάρ ὑπὲρ πάντων
ἀπέθανεν ἀμνὸς, ὅλην ἀνασώζων τὴν ἐπὶ γῆς ἀγέλην
τῷ Θεῷ καὶ Πατρί ' εἷς ὑπὲρ πάντων , ἵνα πάντας
ὑποτάξῃ Θεῷ· εἷς ὑπὲρ πάντων, ἵνα πάντας κερδάνῃ·
ἵνα λοιπὸν ot πάντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλά τῷ
ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Ἐπειδὴ γὰρ
ἦμεν ἐν πολλαῖς ἁμαρτίαις, διά τε τοῦτο χρεω-
στούμενοι θανάτῳ καὶ φθορᾷ , δέδωκεν ἀντίλυτρον
ὑπὲρ ήμῶν, τὸν Υἱὺν 6 Πατὴρ ἕνα ὑπὲρ πάντων,
ἐπεὶ καὶ πάντα ἐν αύτῷ , καὶ πάντων κρείττων
ἐστίν· εἷς ἀπέθανεν ὑπὲρ πάντων, ἵνα οί πάντες
ζήσωμεν ἐν αὐτῷ· καταπιὼν γὰρ 6 θάνατος τὸν ὑπὲρ
πάντων Ἀμνὺν, πάντας ἐξήμεσεν ἐν αὐτῷ τε καὶ
σὺν αὐτῷ. Ol γὰρ πάντες ἦμεν ἐν τῷ δι’ ἡμᾶς καὶ
ὑπὲρ ἡμῶν ἀποθανόντι , καὶ ἐγερθέντι Χριστῷ · κατ-
αργουμένης δὲ τῆς ἁμαρτίας , πῶς ἐνεδέχετο μὴ
οὐχὶ πάντως καὶ τὸν ἐξ αὐτῆς δι’ αὐτὴν καταργηθῆναι
θάνατον; Ἀποθανούσης τῆς ῥίζης, πῶς ἂν ἔτι λοι-
πὸνό ἐξ αὐτῆς ἐσώθη βλαστός ; Διά ποίαν αἰτίαν
ἐμέλλομεν ἀποθνήσκειν ἔτι,τῆς ἁμαρτίας ἀναιρουμέ-
νης; Οὐκοῦν ἑορτάζοντες λέγωμεν ἐπὶ τῇ σφαγῇ
τοῦ ’Δμνοῦ τοῦ Θεοῦ · ιΠοῦ. ἡ νίκη σου, θάνατε; ποῦ
τὸ κέντρον σου, ᾆδη; - Πᾶσα γὰρ ἀνομία, ι καθ-
άπερ ἔφη που ψάλλων ὁ Μελῳδὸς, ι ἐμφράξαι τὸ

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.