PG 74, col. 340
τδ ἐν ἡμῖν ἐφικτόν· σκεπτέον δὲ πάλιν ὅπως τε ἡμᾶς
καὶ τίνα δή τρόπον ἐξοπλίζεσθαι χρὴ , καὶ τοῖς παρ’
ἐκείνων ἀνταποδύσασθαι λόγοις. Εἰ μὲν γὰρ σιωπῇ
παρελάσαντες, οὐδὲν ῆν ἐντεῦθεν ἰδεῖν τὺ βλάϐος ταῖς
τῶν ἁπλουστέρων διανοίαις είστρέχον, εἰκότως τδ
ματαίοις ἐντρίϐεσθαι λόγοις παρ’ οὑδέν ἡγησάμενοι
ταῖς τῶν ἐφεξῆς κειμένων θεωρίαις ἐπενηχόμεθα.
Ἐπειδὴ δὲ οὑ μικρὰν τὴν ζημίαν ἐποίσειεν ἂν εἰ
παραδεχθεῖεν ὑπό του τὰ οὑτω δογματιζόμενα, πῶς
οὑκ ἀκόλουθον ζήλῳ τῷ φιλοθέῳ κεκινημένους καθεῖ-
lat τὴν μάχην τὴν ἐν λογισμοῖς τε καὶ λόγοις; Εἴη
γὰρ ἂν οὑτως εὑκάτοπτός τε κομιδῇ τῶν δι’ ἐναντίας
ἡ πανουργία. Καὶ φέρε δὴ πρῶτον ἐκεῖνο λέγωμεν,
ὅτι τδ” ἐν παραδείγματος τάξει ληφθὲν καὶ εἰς ὁμοίωσιν
τὴν τοῦ πράγματος εἰσκεκομισμένον είς φυσιολογίας
τρόπον, ἦτοι οὐσίας δήλωσιν ἐκλαϐεῖν οὑκ εὐκαίρως
ἀνόητον παντελῶς. Οἶμαι γὰρ ἔγωγε τοὺς εἰς ἐκαστα
τῶν λεγομένων συνιέναι θέλοντας ὀρθῶς, είς τὸν τοῦ
θεωρήματος ἀποϐλέπειν σκοπὸν, καὶ τί μετὰ χεῖρας
ἔχων ὁ τοῦ λόγου δημιουργὸς ποιεῖται τὴν διάλεξιν,
σὺν πολλῇ τῇ φρονήσει κατασκέπτεσθαι δεῖν. Σκόπει
δὲ δὴ πάλιν ἐξ αὑτῶν ἡμῖν τῶν προκειμένων, εί μή
σοι δοκοῦμεν ἄριστα λέγειν. Οὑκ ἦν μετὰ χεῖρας τῷ
Σωτῆρι Χριστῷ διδάξαι τοὺς μαθητὰς, ὡς εἴη μὲν
αὑτὸς κατὰ φύσιν ἔτερος, ἐτεροῖος δὲ ό Πατὴρ, οὑδὲ
διὰ τοῦτο γεωργὸν μὲν τὸν φύσαντα καλεῖν ᾤετο δεῖν,
ἄμπελον δέ αὑτὸν. Ei γὰρ οὑτος ῆν ὁ σκοπὸς ἐν αὑτῷ,
τί μὴ μέχρι τούτων ἵστη τὸν λόγον, οὐδὲν ὅλως ἐτε-
ρον προεπεισενεγκών; Ἀσύγχυτον γὰρ ἂν ἐποιήσατο
τὴν δήλωσιν τοῦ οἰκείου σκοποῦ, κατά γε τὸ ὑμῖν
δοκοῦν, εἰ μόνον ὠνόμασεν ἑαυτόν τε καὶ τὸν Πατέρα.
Νυνὶ δὲ προκαταθεὶς ἄμπελον μὲν ἐαυτὸν, κλημάτων
δὲ δίκην ἠρτῆσθαι λέγων ἡμᾶς, εἷτα τῆς γεωργίας
τὸ ἐπιτήδευμα περιθεὶς τῷ Πατρὶ, δῆλος ἂν εἴη καὶ
πᾶσιν, οἶμαι, καταφανὴς, ὡς οὐδὲν μὲν τοιοῦτον
ὁποῖον ὑμεῖς ὑπειλήφατε δηλοῖ, διὰ παχέων δὲ ὥσπερ
καὶ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ὑποπιπτόντων παραυ
δειγμάτων ἀναπεῖσαι βούλεται τοὺς ἀκροωμένους,
ὅτι πάσης ἡμῖν καρποφορίας πνευματικῆς ἡ δύναμις υ
παρ’ αὑτοῦ, καθάπερ οὖν ἀμέλει καὶ τοῖς τῆς ῥίζης
προσπεφυκόσι κλήμασι ποιότης παρ’ αὑτῆς. Δοτὸν
μὲν γάρ ἐν ἡμῖν πᾶν, ὅπερ ἔχομεν ἀγαθὸν, Θεῷ δὲ
οὑκέτι· ἔστιγὰρ αὑτὸς ἐν ἐαυτῷ τῶν ἰδίων πλεονεκτη-
μάτων, δόξης τε καὶ ἐξουσίας, τῆς αὑτῷ καὶ μόνῳ
πρεπούσης ἔναρχος ἀρχή. Διὰ τοῦτο μὲν ῥίζα ὥσπερ
καὶ ἄμπελος ὁ Χριστὸς, κλήματα δὲ ἡμεῖς. Εἰ δέ
γεωργὸν ὠνόμασε τὸν Πατέρα, μὴ εἴπῃς ὡς ἐτεροού -
σιον· οὑ γὰρ τοῦτο σημῆναι βούλεται, καθάπερ εἰ-
ρήκαμεν· ἀλλ’ ἐπιδεῖξαι θελήσας ὅτι καί¹ ῥίζα καὶ
ἀρχὴ, τῆς ἐν ήμῖν καρποφορίας πνευματικῆς καὶ
ζωῆςή θεία γέγονε φύσις, πρὸς τοῖς εἰρημένοις
ἀγαθοῖς, ὼς ἐν γεωργοῦ τινος τάξει χαριζομένη, καὶ
ἐπιφέρουσα τοῖς διὰ πίστεως κεκλημένοις εἰς κοινω-
νίαν αὐτῆς, τὴν ἐπίσκεψιν τῆς ἀγάπης. Οὑδέν οὖν