PG 74, col. 741
μεν τὴν ἀλήθεαν, ἕκαστα δὸ τῶν γεγονότων κατά
γε τὸἐγχωροῦν διαπτύξαντες, παραθῶμεν τοῖς ἐντευ-
ξομένοις θεωρίας πνευματικῆς οὐ μετρίας, ὡς ἐγῷ-
μαι, τὰς ἀφορμάς. « Δίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ
σοφώτερος ἔσται. Τνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ
δέχεσθαι. » ἶμαι τοίνυν ὅτι τὸ διὰ νυκτὸς μὲν ὅλης
ἀλιεῦσαι τοὺς μαθητὰς, μὴ μὴν ἐλεῖν παντελῶς, εἰ-
καίους δὲ ἀνατλῆσαι πόνους, σημαίνει τι τοιοῦτον,
ὅτι τοῖς τῶν ἀρχαιοτέρων διδασκάλων κηρύγμασιν
οὐδένα τὸ παράπαν ἀναπεπεισμένον εὐρήσομεν,.καὶ
εἰς τὸ τελείως ἀρέσκον τῷ Θεῷ σεσαγηνευμένον, ἢ
λίγους κομιδῇ. ἘἘν ἴσῳ δὲ τῷ μηδενὶ, τὸ σφόδρα
βραχὺ, ὅταν ἐκ πολλοῦ μάλιστα λαμβάνηται· πολὺς
δὲ δὴ λίαν ὁ κατὰ πᾶσαν τὴν οἶκουμένην ἄνθρωπος
νοεῖται πρεπόντως. Τί οὖν ἄρα τὸ διακωλῦσαν, καὶ
ἐμποδὼν εὐρεθὲν, ὄ καὶ τῶν ἀρχαιοτέρων τὸν πόνον
εἰκαῖον ἐτίθει; Τἰ δὲ καὶ ἄκαρπον ὥσπερ αὐτοῖς
ἀπετέλει τὸ κήρυγμα; Nὺξ ἦν, καὶ σκότος ἔτι καὶ
νοητή τις ἀχλὺς, καὶ δαιμονιώδης ἀπάτη τοῖς τῆς
διανοίας ὀφθαλμοῖς ἐνιζάνουσα, καὶ τὸ θεῖον ὄντως,
καὶ ἀληθὲς ἰδεῖν οὐκ ἐφιεῖσα φῶς. « Οὐ γὰρ ἦν ὁ
ποιῶν χρηστότητα, κατὰ τὴν τοῦ άλλοντος φωνὴν,
οὐκ ἦν ἕως ἐνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἡχρει-
ώθησαν. » Εἰ δὲ καὶ τεθήρευτό πως διὰ Μωσέως ὁ
Ἰσραὴλ, ἀλλʼ ἦν ἐν ἴσῳ τοῖς οὐδʼ ὅλως τεθηρευμέ-
νοις, τὴν ἐν σκιαῖς καὶ τύποις ἐπιτηδεύων λατρείαν,
καὶ τῷ τελοῦντι μηδὲν παιδαγωγούμενος νόμος [ῖσ.
νόμῳ]. θτι γὰρ ἀχρειοτάτην ὥσπερ καὶ ἀπῳδὸν τῷ
Οεῷ τὴν ἐν τύποις λατρείαν εὐρήσομεν, εὕκολον ἰδεῖν
ἐξ ὦν τὰς διʼ αἶμάτων παρωθεῖται θυσίας, καὶ πᾶν
εἶδος προσαγωγῆς, γεώδους τε καὶ σωματικῆς.
. Ἰνα τί γάρ μοι, φησὶ, λίβανον ἐκ Σαβᾶ φέρετε,
καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; Τὰ δλοκαυτώματα
ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἤδυνάν
με. » Καὶ ταῦτά φαμεν, οὐ τὴν πρώτην καὶ πάλαι
δοθεῖσαν ἀτιμάζοντες ἐντολὴν, οὕτε μὴν τοῦ νόμου
κατηγορεῖν ἐγνωκότες, ἐκεῖνο δὲ μᾶλλον τοῖς ἀκροω-
μένοις ἐθέλοντες ὑποδηλοῦν, ὅτιτοῦ πάντων Δεσπότου
Θεοῦ πρὸςμόνον ὀρῶντος τῆς εὐαγγελικῆς πολιτείας
τὸ κάλλος, καὶ οἱ διὰ νόμου τεθηρευμένοι πρὸς τὴν
ἐν σκιαῖς καὶ τύποις ἀνόνητον λατρείαν, ἐν ἴσῳ πως
τέθειντο τοῖς οὕπω τεθηρευμένοις, ἄχρις ἂν ὁ τῆς
διορθώσεως ἐπιλάμψῃ καιρὸς, λέγοντος ἐναργῶςτοῦ
Χριστοῦ, ὅτε γέγονεν ἄνθρωπος· « Ἐγώ εἰμι ἡ ἀλή-
θεια. » Εἰ δὲ διῖ τοὐτοις καὶ ἔτερόν τι ἐπειπεῖν, οὐκ
ύνήσω διὰ τὸ χρήσιμον. Οἱ πρὸς τὴν ἐκ νόμου μά-
θησιν κεκλημένοι διὰ Μωσέως, καὶ αὐτὸν τὸν δοθέντα
διαπτύσαντες νόμον, καὶ μονονουχὶ πλατὺ γελῶντες
κατὰ τῆςάγίας ἐντολῆς, ἐτράποντο πρὸς διδασκαλίας
ἐντάλματα ἀνθρώπων· κατώλισθον δὲ πρὸς τοῦτο
σκληρᾶς καὶ ἀτέγκτου βουλῆς, ὡς καὶ τὸν τῶν ἀγίων
προφητῶν ἀτονῆσαι λόγον. Τοιγάρτοι καὶ ἔκραζον·
« Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; »Ἰερεμίας δὲ
πάλιν· « Οἴμοι ἐγὼ, μῆτερ, ὡςτίνα με ἔτεκες, ἄνδρα
δικαζόμενον, καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὕτε
ὡφέλησα, οὕτε ὡφέλησέ με οὐδείς. Ὡ ἰσχύς μου
ἐξέλπεν ἐν τοῖς καταρωμένοις.» Πῶς οὖν οὐκ ἐν ἴσῳ
u, 1. ⁵ Jerem. αv, 10, 11.