PG 75, col. 1424

γίαν ἤρκεσεν · ἀλλ’ ὲν τῇ φύσει τῆς ὁμονοίας θελή-
σας ἐνθεῖναι τὸν σύνδεσμον.Φυτεύει καὶ παράδεισον,
καὶ φυτοῖς αὑτὸν κατακοσμεῖ παντοίοις, καὶ τοῦτον
ἐνδιαίτημα τῷ ἀνθρώπῳ χαρίζεται, δεδωκὼς αὐτῷ
γυμνάσιον ἀρετῆς , ἐντολὴν οὐκ ἐπίπονον, οὐδὲ για
μουσαν ίδρῶτος, ἀλλά μάλα σωφρονοῦντι ῥᾳδίαν.
E'. Διά τί νόμον αὐτῷ τέθεικεν.
Πάντων γὰρ τῶν φυτῶν τοῦ παραδείσω κελεύσας
ἀπολαύειν, ἑνὸς ἀπηγόρευσε τὴν μετάληψιν· οὐχ
ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ’ ἵνα τὸν πεποιηο
κότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον
τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν
τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει
καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ
ἄγεται. Ἀλλως δὲ καὶ πρόσφορος ἡ νομοθεσία τοῖς
λογικοῖς · ἀλόγων γὰρ [διον τὸ νόμων χωρὶς πολιν
τεύεσθαι· τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ
6 Ποιητής, ἐπειδὴ τῶν ἄλλων νόμων η θέσις περιττὴ
τηνικαῦτα ἦν. Τί γὰρ αὐτῷ καὶ ἀπαγορεύειν ἐχρῆν ;
Μὴ φονεῦσαις Ἀλλ’ οὐκ ἦν 6 τοῦτο πεισόμενος. Ἀλλά
,l
μὴ pellebant; Ἀλλ’ οὐδὲ βουληθεὶς οἷός τε ἦν , γυ-
ναικὸς ἄλλης οὐκ οὔσης. Ἀλλά μὴ κλέψαις Τὰ τί-
νοςῖ Αὐτοῦ γὰρ ἦν ἅπαντα. Ἁρμόδιος τοίνυν 6
κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς
μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμ-
εἷ’. Περὶ τῆς ἐξοριας τοῦ Ἀδάμ.
Ἐπειδὴ δὲ φθόνῳ διαϐόλου⁸ καὶ γυναικὸς εὐκολίᾳ
τὴν ἀπάτην ἐδέξατο (ταύτην γὰρ ὡς άπαλωτέραν
φενακίσας, πρότερον δι’ αὐτῆς, ὡς πιθανωτέρας, τὸν
’Δδάμ 6 τῆς ἡμετέρας φύσεως ἀλάστωρ ἐπολιόρκη-
σεν), ὲξεὸλήθη μὲν εὐθὺς τοῦ παραδείσου, καὶ πρὸς
τὴν συγγενῆ γῆν παρεπέμφθη , ίδρῶτι καὶ πόνῳ καί
ταλαιπωρίᾳ συγκληρωθεὶς, καὶ οἷόν τινι χαλινῷ τῇ
γηπονίᾳ καὶ κακοπαθείᾳ καὶ ταῖς ἄλλαις τοῦ βίου
πονηρίαις παραδοθείς. Ὧς γὰρ τὴν ἀπονον ἐκείνην
καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυσ·
ημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φεο
pppév'qvbi‘wcov διὰ τῶν πόνων ἀποσκευάσηται. Δια-
κόπτει δὲ καὶ θανάτῳ τὸν δρόμον τῆς ἁμαρτίας 6
νομοθέτης, καὶ αὐτὴν δείκνυσι τὴν τιμωρίαν φιλ-
ανθρωπίαν. Ἐπειδὴ γὰρ τῇ παραϐάσει νομοθετῶν
συνεζευξε θάνατον, παραϐάς δὲ ὑπὸ τὴν τιμωρίαν
ἐκείνην ἐγένετο, οἰκονομεῖ τὴν τιμωρίαν σωτηρίαι,
γενέσθαι. Διαλύει γάρ τοῦτο τὸ ζῶον ό θάνατος,ήκα
παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει
δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντί-
δας ὲλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι.
Τοσαύτη φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασεν '6
κριτής l
Z'. Διήγηστςητῆς τῶς ἀζθρώξτων ἀχαριστίας, και
τῆς τοῦ Θεοῦ κηδεμονίᾰςζ
Ἀλλ’ οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀνε-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.