PG 75, col. 1425
ἀλλοτρίων ἁρπαγαὶ, καὶ τᾶλλα ὅσα ἐϐλάστησεν ἡ
ἁμαρτία κακά. Ἀλλ’ οὐδέ οὕτως 6 Ποιητὴς ἡν διὲο
πλασεν ἀπηγόρευσεν φύσιν ο σοφῶς δέ αὐτὸ καὶ δια-
φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εισ-
ηγούμενος τὸ δέον, συμϐουλεύων, ἀπειλῶν, ἐπάγων
τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς
ἀγαθοὺς , καὶ τὸν μὲν ἀνακηρύττων , τὸν δὲ μετα-
τιθεὶς , τὸν δέ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ
σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν,
διαφθείρων ῦδατι τοὺς ἐργάτας τῆς πονηρίας, αῠξων
αὖθις τὸ ἀνθρώπινον γένος, μερικατς τιμωρίαις κοι-
νάς ἰατρείας ποιούμενος, πόλεις ἀσεϐείαις συζώσας
πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οί-
κοῦντα , τῆς δ’ ἀσεϐείας οὐ κοινωνοῦντα, τῆς τιμω-
ρίας ἐλευθερῶν, εύετηρίαις δωρούμενος , ὲν καιρῷ
ὑετὸν χαριζόμενος, αὔξων ἀρρήτως τά παρά τῶν
ἀνθρώπων καταϐαλλόμενα σπέρματα, καρπῶν ἀφθο-
νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων
τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους
ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν
τάς τῆς ζωῆς ἀφορμάς , νέφεσιν ἀκρίδος τὸν ἥλιον
κρύπτων καὶ τοὺς καρποὺς διαφθείρωψ νεύων αὖθις,
καὶ τὰ λυπηρά μεταϐάλλων, τοὺς τὴν εὐσέϐειαν
ἀγαπήσαντας οὐκ ἐῶν , καὶτούτοις φαινόμενος, καὶ
φιλικῶς διαλεγόμενος, καὶ διά τούτων προσημαίνων
τὰ μέλλοντα.
ll'. Ὀτι φιλανθρωπίας γέμει ή τοῦ Θεοῦ ἐναν-
θρώπὴάις.
Ἐπειδὴ δὲ ταῦτα, καὶ τᾶλλα τά μυρία καὶ
δυσδιήγητα τῆς θείας οἰκονομίας εἴδη ὀλίγους μὲν
εὐηργέτησεν, οἱ δὲηλοιποὶ τῶν ἀνθρώπων ἀνηκέστως
διέκειντο, τότε δὴ, τότε τὸ μέγα καὶ ἄρρητον γίνεται
τῆς οἰκονομίας μυστήριον· αὐτὸς γὰρ ό Λόγος τοῦ
Θεοῦ, ό δημιουργὸς ἀπάσης τῆς κτίσεως, ὁ ἀχὼρτι-
' τος , ὁ ἀπερίγραπτος , ὁ ἀναλλοίωτος , ἡ πηγὴ τῆς
ζωῆς, τὸ ἐκ τοῦ φωτὸς φῶς , ἠ ζῶσα τοῦ Πατρδς
εἰκὼν, τὸ ἀπαύγασμα τῆς δόξης, ό χαρακτὴρ τῆς
ὑποστάσεως, τὴν ἀνθρωπείαν φύσιν ἀναλαμϐάνει,
καὶ τὴν οίκείαν εἰκόνα νεοποιεῐ τῇ ἁμαρτίᾳ διας
φθαρεῖσαν, καὶτὸν ἀνδριάντα τὸν ὑπὸ τοῦ υἱοῦ τῆς
πονηρίας παλαιωθέντα ἀνανεοῖ, καὶ τοῦ πρώτου χα-
ριέστερον δείκνυσιν, οὐκ ἀπὸ γῆς ὡς πάλαι τοῦτον
δημιουργήσας, ἀλλ’ αὐτὸς καταδεξάμενος· οὐ τὴν
θείαν φύσιν είς ἀνθρωπείαν μεταϐαλὼν, ἀλλά τῇ θεία
τὴν ἀνθρωπείαν συνάψας ⁸ μένων γὰρ 6 ἦν, ἔλαϐεν
6 οὐκ ἦν· καὶ τοῦτο ἡμᾶς διδάσκει ὁ μακάριος
Παῦλος βοῶν · ι Τοῦτο φρονείσθω ἐν ὑμῖν, 6 καὶ ἐν
Χριστῷ Ἰησοῦ , ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ
ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἐαυτὸν
ὲκένωσε , μορφὴν δούλου λαϐών. ι Ἐξ ὧν εὔδηλον,
ὡς η τοῦ Θεοῦ μορφὴ, μένουσα 6 ῆν, ἔλαϐε τὴν
δούλου μορφήν μορφὴν δὲ καλεί ού τὸ φαινόμενον
μόνον τοῦ ἀνθρώπου, ἀλλά πᾶσαν τὴν ἀνθρώπου
³ llebr. ι, 3. ³ Philipp. tt, 6-7.