PG 76, col. 1068

των ἐν ἡμῖν, τῆς εὐαγοῦς πολιτείας τὴν οὐ τοιαύτην
ἁνθῃρημένοι, ταῖς σφῶν αὐτῶν κεφαλτκῐς ἀνόνητον
ἀποφαίνουσι τὸ οὕτω τριπόθητον καὶ πολύευκτον
καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ἄξιον ; Τεθύκασι τὸν
ἀμνὸν οἱ ἐξ Ἰσραὴλ, ἄρτους ἀζύμους κατεδηδόκασιν
ἐπ’ αὑτὸν, κατά γε τὸ πάλαι τῷ νομίμῳ δοκοῦν · ἀλλ’
ὲν σκιαῖς, ὼς ἔθην, ἐγράφετο τοῖς ἀρχαιοτέροις τὰ
νοητά· ἐπέλαμψεν ή ἀλήθεια. Τέθυται γὰρ ὑπὲρ
ἡμῶν ό Χριστὸς ὁ ἀμνὸς ὁ ἀληθινὸς, τὸ ἀόέὸηλον
ἀληθῶς καὶ ἄχραντον ἱερεῖον. ’Δπεσχήμεθα τῶν τύ-
πων, καιροῦ ῖσως καλοῦντος είς τοῦτο. Τροφὴν πε-
ποιήμεθα τὴν καθαρωτάτην, τὴν διά γέ φημι τῶν
εὖαγγελικῶν θεσπισμάτων, ζύμης τε ἁπάσης, τουτ-
ἐστι κακίας διαδολικῆς, ἀποφέρεσθαι νοητῶς, ἐν
σπουδῇ καὶ λόγῳ τέθειται παρ’ ἡμῖν. Οὐκοῦν, ὡς
ἔφην, τῶν μὲν ὲν τύποις ἀποπεπαύμεθα, τὴν δὲ
ἀληθῆ πληροῦμεν λατρείαν. ἐ Τέλος γὰρ νόμου καὶ
προφητῶν ὁ Χριστὸς, ι ὃς οὐκ ἂν διαψεύσεται λέγων·
ι Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλ’ἀποπληρῶ-
σαι. ι Καὶ πάλιν θ ι Λέγω ὑμῖν· Ἰὦτα ἓν ἦ μία κεραία
οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἓως ἂν πάντα γένηται.»
Ὠσπερ γὰρ τὰς ἐντοῖς πίναξι προανατυπουμένας
σκιὰς, τδ τῶν χρωμάτων πολυειδὲς ὲν καιρῷ προσ-
ενηνεγμένον ἥκιστα μὲν ἀναιρεῖ, μεθίστησι δὲ μᾶλ-
λον εἰς ὄψιν ἐναργεστέραν κατὰ τὸν ἴσον τουτονὶ
τρόπον οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς,
ὲκπεπεράνθαι δὲ μᾶλλον ὠς ἐν προόδῳ τῇ πρὸς ἀλή-
Βειαν, ei τὸ ταύτης ὠδίνουσαι κάλλος, ἐπὶ καιροῦ
πρδς τοῦτο διεληλάκασι, καθ’ ὃν ἐπέλαμψεν ὁ Χριστός.
’Δπαλλαττέτω τοίνυν ἡμᾶς αἰτίας καὶ γραφῆς, εί μὴ
τοῖς τύποις προσερηρείσμεθα, μήτε μὴν ἑορτάζειν
Ἰουδαϊκῶς εἰθίσμεθα, ἐπιϐεϐηκότων ἡμῖν τῶν πρα-
γμάτων ἐπὶ τὸ ἄμεινον · εί δὲ ἀσχάλλει πρὸς τοῦτο,
καὶ τῶν πραγμάτων τὴν ἐπίδοσιν, τὴν είς γέ φημι
τὰ βελτίω, διαῦολῆς ἀξιοῖ, ὥρα που τάχα καὶ ἅπασιν
αὐτὸν τοῖς κατὰ τὸν βίον πράγμασιν οὐχ ὁσίως ὲπιι
τιμᾷν, τὴν ἐπὶ τὰ κρείττω λαχοῦσι πρόοδον· καὶ
τοῦτο ὑπάρχον ἀληθὲς ὲκδεῐξειεν ἂν ἡ ἐφ’ ἑκάστῳ
βάσανος.¹Υποπλάττεται δὲ τὸ δακεῖν εἷναί τις εὐσε-
ϐὴς, καί φησι σέϐειν μὲν τὸν Θεὸν Ἀϐρααμ, εἷναί τε
μέγαν καὶ δυνατὸν, ἕνα που τάχα καὶ αὐτὸν εἶναι
λέγων τῶν μερικῶν κατά γε τόπους ῆ χώρας τιμως
μένων θεῶν, οὒς δη πολιούχους καὶ μὴν καὶ ἐθνάρ-
χας ὀνομάζει πλεισταχοῦ. Πανουργότατα τοίνυν καὶ
ὑποτρέχειν μοι δοκεῖ τῆς εὶς αὐτὸν εὐσεϐείας τὴν
δόκησιν, οὐ Θεὸν εἶναι πεπιστευκὼς ἕνα καὶ φύσει
καὶ μόνον, καὶ ἐπὶ πάντας αὐτὸν, ἀλλὰ τοῖς ἰδίοις
θεοῖς τιθεὶς ὲναρίθμιον.”οτι δὲ βωμοὺς οὐκ ἐγείρον-
τες ἱερουργοῦμεν τῷ Θεῷ κατὰ τὸν θεσπέσιον
’Δῦραὰμ, αἰτιᾶται πάλιν ἡμᾶς. Οὐ γὰρ δὴ μεμιμῆ-
σθαι φησιν αὐτὸν, οὐκ ἐννοῶν ὅτι τὴν ἀληθῆ τε καὶ
ἀναγκαίαν τῶν ἐκείνου τρόπων ὁμοίωσιν πεπλουτή-
καμεν· ὲν ἀκροϐυστίᾳ γὰρ ὅντες, καθάπερ ἀμέλει
κάκεῖνος, πεπιστεύκαμεν τῷ Θεῷ, καὶ semuncia-1.601
Gen. xv, ϋ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.