PG 76, col. 516

γείλαντος αὐτῷ τοῦ Κρόνου τὸ ἐσομενον, καὶ ὅτι
προσήκει ναυπηγήσασθαι λάρνακα, καὶ ὀμοῦ πτηνοῖς,
ἐρπετοῖς τε καὶ κτήνεσι, πλεῖν ἐν αὐτῇ.0 γε μὴν
Ἀβυδηνὸς σαφεστέραν ποιεῖται τὴν ἀφήγησιν οὕτω
λέγων· Μεθʼ ὅν ἄλλοι τε ἦρξαν καὶ ἔίσουθρος· τῷ δὲ
Κρόνος μὲν προσημαίνει ἔσεσθαι πλῆθος ὄμβρων,
Δεσίου πέμπτῃ ἐπὶ δέκα, κελεύει δὲ πᾶν ὁτιοῦν
γραμμάτων ἐχόμενον ἦν ἐν λίου πόλει τῇ ἐν Σιπ-
πάροισιν ἀποκρύψαι. Σίσουθρος δὲ ταῦτα ἐπιτελέα
ποιήσας, εὐθέως ἐπʼ Ἀρμενίης ἀνέπλωσε, καὶ παρʼ
αὐτῇ ἰὼν κατελάμβανε τὰ ἐκ Θεοῦ. Τρίτῃ δὲ ἡμέρῃ
ἐπείτε ὕων ἐκόπασε, μεθίει τῶν ὁρνίθων πείρην
ποιούμενος, εἴπου γῆν ἴδοιεν τοῦ ὕδατος ἐκδῦσαν, αὲ
δὲ ἐκδεχομένου σφέας πελάγεος ἀφανέος, ἀπορέουσαι
ὅπη καθορμίσονται, παρὰ τὸν ἔίσουθρον ὀπίσω κομί-
ζονται καὶ ἐπʼ αὐτῇσιν ἔτεραι, ὡς δὲ τῇσι τρίτγσιν
εὐτύχεεν. Ἀφίκετο γὰρ δὴ πηλοῦ κατάπλεως τους
ταρσοὺς, θεοί μιν ἐξ ἀνθρώτπων ἀπανίζουσι· τὸ δὲ
κλῖεν ἐν Ἀρμενέῃ περίαπτα ξύλων ἀλεξιφάρεαεα
φάρμακα τοῖσιν ἐπιχωρίοισι παρείχετο. Χίσουθρονs
μὲν οὖν ὀνομάζουσι τὸν Nῶε τάχα που κατὰ φωνὴν
Ἀσσυρίων, κὰν τούτῳ δὲ πάλιν ἡμαρτήκασι τʼ ἀλη-
θοῦς τὸν Κρόνον αὐτῷ χρῆεαι λέγοντες, ἀντὶ τοῦ
ἐπὶ πάντων Θεοῦ, καὶ θαυμαστὸν οὐδέν οὐδὲ γὰρ ἐν
μεθέξει γεγόνασι τοῦ θείου φωτὸς, οὕτε μὴν τοῖς ὄμ-
μασι τῆς διανοίας τὸ σεπτὸν τῆς ἀληθείας κάλλος
τεθέανται.
Οὐκοῦν τέθυκε μὲν ὁ Nῶε τῆς κιβωτοῦ προελθὼν,
ηὐλίζετο δὲ αὐτόθι φιλτάτοις ὀμοῦ. Καὶ τρεῖς μὲν
ἦσαν αὐτῷ φύντες υἱοὶ, πλεῖστοί γε μὴν ἐξ αὐτῶν
γεγόνασιν ἔτεροι· καὶ ἀρχὴ δευτέρα γεγόνασι τῶν
ἐπὶ τῆς γῆς, κατῳκήσασι δὲ πρῶτον μὲν ὁμόσε, καὶ
ἐν μόνῃ τῇ πρὸς ἀκτῖνα γῇ, κατεσκεδάσθησαν δὲ
μετὰ τοῦτο πανταχῆ, καταδιελόντος αὐτοὺς εἰς πολυ-
γλωσσίαν τοῦ ἐπὶ πάντας Θεοῦ ἠγανάκτει γὰρ ἐππὶ
τῇ τοῦ πύργου κατασκευῇ. θτι δὲ καὶ ταυτησὶ τῆς
ἱστορίας διαμέμνηνται οἱ ἀρτίως ἡμῖν ὡνομασμένοι,
⁴ξ ῶν γεγράφασιν οὐδὲν ἦττον εἰσόμεθα. Ἀλέξανδρος
μὲν γὰρ ὡδί φησι· Σιβύλλα δέ φησιν, ὀμοφώνων ἔν-
των ἀπάντων τῶν ἀνθρώπων, τινὰς τούτων πύργον
ὑπερμεγέθη οἰκοδομῆσαι, ὅπως εἰς τὸν οὐρανὸν ἀνα-
βῶσι, τοῦ δὲ Θεοῦ ἀνέμους τῷ πύργῳ ἐμφυσήσαντος,
ἀνατρέψαι αὐτὸν καὶ ἰδίαν δοῦναι φωνὴν ἑκάστοις·
διὸ δὴ Βαβυλῶνα τὴν πόλιν κληθῆναι. Ἀβυδηνὸς δὲ
πάλιν· Ἐν τῆδε λέγουσι τοὺς πρώτους ἀνασχόντας,
ῥώμῃ τε καὶ μεγέθει χαυνωθέντας, καὶ δὴ θεῶν κα-
ταφρονήσαντας ἀμείνονας εἶναι, τύρσιν ἠλίβατον ἀεί-
ρειν, ἵνα νῦν Βαβυλών ἐστιν· ἤδη τε ἄσσον εἶναι τοῦ
οὐρανοῦ, καὶ τοὺς ἀνέμους εἰσθέοντας ἀνατρέψαι
περὶ αὐτοῖσι τὸ μηχάνημα, τοῦ δὴ τὰ ἐρείπια λέγε-
σθαι Βαβυλῶνα, τέως τε ὄντας ὀμογλώσσους ἐκ θεῶν
πολύθροον φωνὴν ἐνείκασθαι. Κατεσκεδασμένων δὴ
οὖν τῶν ἐξ αἶματος Nῶε, εἶτα καιροῦ διῖππεύσαντος,
πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται Nὴ--
νος ὁ Ἀρβήλου παῖς, οὗ καὶ ἐπώνυμος ἡ Nινευὶ πό-
λις, ἦς τὰ τείχη Σεμίραμις Nίνῳ συνοικήσασα μεγα-
λοφυῶς ἐσκευάσατο. Nίνου τοίνυν τὴν Ἀσσυρίων δι-
έποντος βασιλείαν, Εὐρώπου δὲ τὴν Σικυωνίων, γεν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.