PG 77, col. 120
ὑπόστασιν ένὼσας ἑαυτῷ τὸ ἀνθρώπινον, καὶ ὲκ μή-
τρας αὑτῆς γέννησιν ὑπέμεινε σαρκικήν· οὑχ ὡς
δεηθεὶς,ι ἀναγκαίως, ἦτοι διὰ τὴν ίδίαν φύσιν, τῆς ὲν,
χρόνῳ καὶ ὲν ἐσχάτοις τοῦ αίῶνος καιροῖς γεννήσεως ’
ἀλλ’ ἵνα καὶ αὐτὴν τῆς ὑπάρξεως ἡμῶν εὑλογήσῃ
τὴν ἀρχὴν ⁸ καὶ τεκούσης γυναικὸς αὑτὸν ένωθέντα
σαρκὶ, παύσηται λοιπὸν ἠ κατὰ παντὸς τοῦ γένους
ἀρά πέμπουσα πρὸς θάνατον τὰ έκ γῆς ἡμῶν σώ-
ματα, καὶ τὸ, ι Ἐν λύπαις τέξῃ τέκνα , ι ,δι’ αὑτοῦ
καταργούμενον, ἀληθὲς ἀποφήνῃ τὸ διὰ τῆς τοῦ προ-
φήτου φωνῆς· ι Κατέπιεν ό θάνατος ἰσχύσας · ι καὶ
πάλιν ο ι Ἀφεῖλεν ό Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς
προσώπου. »ν Ταύτης γὰρ ἕνεκα τῆς αίτίας , φαμὲν
αὑτὸν οἰκονομικῶς, καὶ αὑτὸν εὐλογῆσαι τὸν γάμον,
καὶ ἀπελθεῖν κεκλημένον έν Κανᾷ τῆς Γαλιλαίας
ὁμοῦ τοῖς ἁγίοις ἀποστόλοις. Ταῦτα φρονεῖν δεδιδαγ-
μεθα παρὰ τῶν ἁγίων ἀποστόλων καὶ εὑαγγελιστῶν,
καὶ πάσης δὲ τῆς θεοπνεύστου Γραφῆς, καὶ ὲκ τῆς
τῶν μακαρίων Πατέρων ἀληθοῦς ὁμολογίας. Τούτοις
ἅπασι καὶ τὴν σὴν εὐλάϐειαν συναινέσαι χρὴ, καὶ
συνθέσθαι δίχα δόλου τ παντός. ’Λ δέ ἐστιν ἀναγκαῖον
ἀναθεματίσαι τὴν σὴν εὐλάϐειαν, ὑποτέτακται τῇδε
ἡμῶν τῇ ἐπιστολῇ. ’
A'. Εἴ τις οὑχ ὁμολογεῖ Θεὸν εἶναι κατὰ ἀλήθειαν
τὸν Ἐμμανουὴλ, καὶ διὰ τοῦτο Θεοτόκον τὴν ἁγίαν
Παρθένον (γεγέννηκε γὰρ ωρκικῶς σάρκα γεγονότα
τὸν έκ Θεοῦ Λόγον), ἀνάθεμα ἔστω.
B'. Εί τις οὑχ ὁμολογεῖ, σαριιῖ⁵ καθ’ ὑπόστασιν
ἡνῶσθαι τὸν ὲκ Θεοῦ Πατρὸς Λόγον , ἕνα τε εῖναι
Χριστὸν μετὰ τῆς ίδίας σαρκὸς, τὸν αὑτὸν δηλονότι
Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἀνάθεμα ἔστω.
1'". E!’ τις ἐπὶ τοῦ ένὸς Χριστοῦ διαιρεῖ τὰς ὑπο-
. στάσεις μετὰ τὴν ἕνωσιν, μόνῃ συνάπτων αὑτὰς συν-
αφείᾳ τῇ κατά τὴν ἀξίαν, ἡγουν αὑθεντίᾳ ἢ δυνα-
στείᾳ, καὶ οὐχὶ δὴ μᾶλλον συνόδῳ τῇ καθ’ ἕνωσιν φυ-
σικὴν, ἀνάθεμα ἔστω.
ᾼ¹. Ei τις προσώποις δυσὶν, ἦγουν ὑποστάσεσι, τάς
τε ἐν τοῖς εὑαγγελικοϊς καὶ ἀποστολικοῖς Συγγράμ-
μασι διανέμει φωνὰς, ἢ ἐπὶ Χριστῷ παρὰ τῶν
ἀγίων λεγομένας, ἢ παρ’ αὑτοῦ περὶ ἑαυτοῦ · καὶ
τὰς μὲν ὡς ἀνθρώπῳ παρά τὸν ἐκ Θεοῦ Λόγον ίδικῶς
νοουμένῳ προσάπτει , τὰς δὲ ὡς θεοπρεπείς μόνῳ
τῷ ὲκ Θεοῦ Πατρὸς Λόγῳ, ἀνάθεμα ἔστω. .
E’. El τις τολμᾷ λέγειν, θεοφόρον ἄνθρωπον τὸν
Χριστὸν , κάι οὑχὶ δὴ μᾶλλον Θεὸν εἶναι κατὰ ἁλή-
θειαν, ὡς Υίὸν ’ένα καὶ⁵ φύσει, καθὸ γέγονε σὰρξ ό
Λόγος, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος
καὶ σαρκὸς, ἀνάθεμα ἔστω( ⁷
³ lsa. xxv, 8. τ’ Joan. ιι, 1 seqq. π’ Hebr. ιι, Μ.
Varia: lectiones codicis chuicriani.