PG 82, col. 1324

δεδοίκαμεν, ἔλεγον, οἷόν τινι δελεάσματι τῇ
εὐγλωττίᾳ τὺ ψεῦδος συγκαλύψας. καὶ τὰς τῶν λογι-
σμῶν πλοκὰς οἷόν τινα δίκτυα πετάσας, πολλοὺς τῶν
ἁπλότητι συνεζηκότων ἁγρεὺσῃ. ι Τούτου γὰρ χάριν
μετάπεμπτος ὑπὸ τῶν ἐναντίων γεγένηται. '0 δὲ
πρεσϐύτης· «θαρσεῖτε, ἔφη, καὶ μεθ’ ἡμῶν τὸν
Θεὸν ἱκετεύσατε, νηστείαν καὶ κακουχίαν τῇ 7:993-
ευχῇ προστιθέντες. ι Οὕτω τούτων τὸν Θεὸν ἀντι-
ῦυλούντων, πρὸ μιᾶς τῆς πανηγύρεως ἡμέρας, καθ’
ἢν ἔμελλε τοὺς λόγους ποιήσεσθαι ὁ τοῦ ψεύδους
συνήγορος, καὶ τῆς ἀληθείας πολέμιος, οεήλατον
ἐδέξατο τὴν πληγὴν, καὶ μίαν μόνην ἀρρωστήσας
Ἱμέραν, ἔξω τοῦ καταλόγου τῶν ζώντων ἐγένετο,
ἐκείνης ἀκούων, ὡς εἰκὸς, τῆς φωνῆς’ ιἈφρον,
ταύτῃ τῇ νυκτὶ¹ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὺ σοῦ ·
ἃ δὲ ἡτοίμασας κακὰ, δίκτυα τε καὶ πανάγρας, σοὶ
ἔσται καὶ οὐχ ἑτέρῳ. ι Tabe}: δὲ πέπονθε καὶ τῷ
Βαλαὰμ, ὃς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ
θείου λαοῦ’ ἀνόσια δὲ κατ’ αὐτοῦ τῷ Βαλὰκ συμ-
ϐουλεύσας, αὑτοῦ δέδωκε δίκην, ὑπὸ δεξιᾶς Ἰσραη-
λιτικῆς δεξάμενος τήν σφαγήν. Καὶ οὗτος τοίνυν,
ἐπειδὴ ἐπὶ τὸν λαὸν τοῦ Θεοῦ κατεπανουργεύσατο
γνώμην, διὰ τοῦ λαοῦ τοῦ Θεοῦ τὴν ζωὴν ἀφῃρέθη.
Ταύτης δὲ τῆς σωτηρίας διὰ τῆς τούτου προσευχῆς
ἡ Κῦρος ἀπέλαυσεν. Ἐμοὶ δὲ τὰ διηγήματα ἡ Θεία
κεφαλὴ ὁ μέγας ’Λκάκιος παρέδωκεν, ἀκριϐῶς
ἅπαντα τὰ κατ’ αὑτὺν ἐπιστάμενος. Ἔνθεν τοίνυν
ἀποδημήσας. καὶ τοὺς θιασώτας καταλαϐὼν, καὶ
χρόνον αὐτοῖς οὐκ ὀλίγον συνδιατρίψας, εἰς τὸν ἀγήρω
καὶ ἄλυπον βίον προθύμως λίαν μετέστη, μελετήσας
I" —- ΜΑΡΚῘΛΝΟΣ.
Μαρκιανόν δὲ τὸν πάνυ πῶς ἂν ἀξίως Θαυμάσαι-
μεν ; ἣ δῆλον ὅτι Ἠλίᾳ καὶ Ἰωάννῃ, καὶ τοῖς κατ’
ἐκείνους συντάττοντες, οἳ περιῆλθον ἐν μηλωταῖς, ἐν
αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιϐόμενοι, κακου-
χούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος, ὲν ἐρη-
μίαις πλανώμενοι, καὶ ὖρεσι, καὶ σπηλαίοις, καὶ
ταῖς ὀπαῖς τῆς γῆςς Οὗτος γὰρ πατρίδα παλαι μὲν
ἔσχε τὴν Κῦρον, ἦς καὶ πρόσθεν ἐμνήσθην, μετὰ δὲ
ταῦτα τὴν ἔρημον, καὶ ταύτην δὲ κάκείνην καταλι-
πὼν, νῦν ἔχει τὸν οὐρανόν. Καὶ ἡ μὲν αὑτὸν ἐγέν-
νησεν, ἡ δὲ ἔθρεψε καὶ νικηφόρον ἀπέφηνε, ὀ δὲ
στεφανίτην ἐδέξατο. Τῆς γὰρ τοῦ γένους xtl-11%”
νήσας περιφανείας, ὲξ εὐπατριδῶν γὰρ κατήγετο,
καὶ τῆς ὲν βασιλείοις λαμπρότητος, ἐν ἐκείνοις γὰρ
, ἠνθει, μέγεοος σώματος καὶ κάλλος παρᾶ τοῦ Ar,-
μιουργοῦ δεξάμενος τῆς φύσεως, καὶ ψυχὴν ἕῃυν
ἀγχινοίᾳ κεκοσμημένην, είς Θεὸν καὶ τὰ Ε)εοῦ τι
φίλτρον μετέθηκε, καὶ πᾶσιν ὲρῤὧτοαι φράσις,
καταλαμϐάνει τῆς ἐρήμου τὸν iuga} δν, καὶ τμικρϊλι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.