PG 82, col. 1428

γεῖν ἄμεινον ἡγησάμενος, άπετείχισετὴν εἴσοδον παν-
τελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον συναρμόσας.
Διά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέ-
γετο μὲν, οὺχ ἑωρᾶτο δέ ' οὕτω γάρ ἐμεμηχάνητο ·
ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τρο-
φήν. Πάλιν δὲτὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάη
λεξιν, ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ Θεῷ
φίλης ἠξίου φωνῆς· καὶ ἀπιέναι βουλόμενον ἐπι-
πλεῖστον κατεῖχε περδ¹ τῶν οὐρανίων πραγμάτων
διαλεγόμενος. Πολλῶν δὲ πρὸς αὐτὸν ἀφικνουμένων,
καὶ τῆς εὐλογίας ἀπαιτούντων τὺ δῶρον, σφόδρα
τοῦτον δυσχεράνας τὸν θόρυϐον, οὕτε τὸ γῆρας εἰς’
νοῦν λασὼν, οὔτε τὴν ἐπικειμένην ἀσθένεια-ι λογι-·
σάμενος, ὑπερϐαίνει τὸ θριγκίον, οὑκ εὐεπίϐατον ὃν
οὐδὲ τοῖς μάλα σφριγῶσι · καὶ τὴν πελάζουσαν τῶν
ἀσκητῶν καταλαϐὼν συμμορίαν, θριγκίῳ πάλιν σμι-
κρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος, μετὰ
τῶν συνήθων ἠγωνίζετο πόνων. '0 δὲ ταύτης προ-
στατεύων τῆς ποίμνης, ἀνὴρ πάσης μεστὸς ὢν ἀρετῆς,“
ἰσχάσιν αὑτὸν ἔφη πεντεκαίδεκα χρησάμενον. τὰς
ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑϐδομάδας. Καὶ τοῦ-
τον ἠγωνίσατο τὸν ἀγῶνα πλείονα μὲν ἢ ἐννενήκοντα
«ἔτη βεϐιωκὼς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος,
1Θ’. —- ΣΑᾹΑΜᾹΝΗΣ.
Ἀδικεῖν νομίσας τὴν ἀρετὴν, εί καὶ Σαλαμάνου τοῦ
θαυμασίου τὸν βίον τοῖς δεομένοις μὴ γνωρίσαιμι,
ἀλλ’ ὑπὸ τῆς λήθης χωννυμένην περιίδοιμι, ὲν κε-
φαλαίῳ ποιήσομαιτὴν διήγησιν. Κώμη τίς ἐστι τοῦ
Εὐφράτου ποταμοῦ προς ἑσπέραν, αὐτῇ ἐπικειμένη
τῇ ὕχθῃ, Καπερσανᾶ καλουμένη. Ἐκ ταύτης οὗτος
ὁρμώμενος, καὶ τὸν ἡσύχιον ἀσπαζόμενος βίον, ἐν
τῇ πέραν κώμῃ σμικρὴν οἰκίσκον εὑρὼν, καθεῖρξεν
ἑαυτὸν, οὔτε θύραν, οὔτε θυρίδα καταλιπὼν. ’Ἂπαξ
δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων, παντὶς τοῦ
ἔτους ὑπεδέχετο τὴν τροᾨὴν, οὐδενί ποτε ἀνθρώπῳ
διαλεγόμενος. Καὶ τοῦτον τὸν τρόπον οὒκ ὀλίγον,
ἀλλ’ ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον. Καὶ ὀ
τῆς πόλεως δὲ ἀρχιερεὺς, ἧς ἦν ἠ κώμη. τὴν ’τθῦ
ἀνδρὸς μαθὼν ἀρετὴν, ἀφίκετο τῆς ἱερωσύνης αὑτῷ
δοῦναι τὸ δῶρον βουλόμενος· καὶ διαρρήξας τοῦ oi-
κίσκου τι μέρος εἰσελήλυθε· καὶ τὴν χεῖρα ἐπέθηκε,
καὶ τὴν εὐχὴν ἐπετέλεσε, καὶ πολλὰ μὲν πρὸς αὖ-
τὺν ἔφη, καὶ τὴν ἐπιγενομένην ἐμήνυσε χάριν. Οὖ-
δεμιᾶς δὲ φωνῆς ἀκούσας ἀπελήλυθεν, ἀνοικοδομηθῆ-
ναι κελεύσας τὸ ὄρυγμα. Ἀλλοτε δὲ πάλιν, οἱ τῆς
κώμης ἐκείνης, ἀφ’ ἦς ὥρμητο , νύκτωρ τοῦ ποτα-
μοῦ τὸν πόρον διαπεράσαντες, καὶ τὸ οἴκημα διαρ-
ρήξαντες, λαϐόντες αὐτὸν, οὔτε ἀντιτείνοντα, οὒτε
κελεύοντα, εἰς τὴν οἰκείαν κώμην φοράδην ἐκόμισαν ·
καλ⁵ τοιοῦτον ἕωθεν οἰκίσκον δειμάμενοι, παραυτίκα
καθεῖρξαν. ’0 δὲ ὁμοίως ἡσυχίαν ἦγεν, οὐδὲν πρὸς

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.