PG 82, col. 228

θότων, αὐτὸς μὲν είς ἑτέρας ὲξεδήμησε πόλιις τοῦ
κηρύγματος χάριν. Ἐκεῖνοι δὲ τὴν σοφιστικὴν εριν
καὶ φιλοτιμίαν ἐζήλωσαν. Εἰς πολλὰς γὰρ συμμορίας
διῃρέθησαν, ἐλλογίμους ἄνδρας προστησάμενοι δι-
δασκάλους. καὶ ἕκαστοι τὸν οἰκεῖον διετέλουν θαυμά-
ζοντες, καὶπρὸς ἀλλήλους περὶ τούτων φιλονεικοῦν-
τες. Εἷς δὲ τούτων τῶν ἐπ’ εὐγλωττίᾳ σεμνυνομέ-
νων, καὶ ⁴ηιιρανομλαν μιγίστην ἐτόλμησε· τῇ γάρ
μητρυιᾷ συνευνάζετο. Οἱ δὲ τῆς τούτου συμμορίας
τοῦτο μὲν παρεώρων, μόνην δὲ τὴν εὐγλωττίαν εὐ-
φήμουν. Οὗ δὴ χάρινὸ Οεῖος Ἀπᾶστολος ἀρξάμενος
τῆς Ἐπιστολῆς, τῆς νομιζομένης σοφίας κατηγορεῖ,
καὶ δείκνυσι τὸ κήρυγμα ταύτης μὲν γεγυμνασμένον.
μεγίστην δὲ δύναμιν ἕχον. Ἐπιμέμφεται δὲ καὶ
τοῖς ἀμφισὸητοῦσι μὲν πρὸς ἀλλήλους περὶ πραγμά-
των ἐτέρων, βιωτικοῖς δὲ ἄρχουσι δικασταῖς κεχρη-
μένοις. Ἀπαγορεύει δὲ καὶ τὴν τῶν εἰδωλοθύτων
μετάληψιν, αἰνιττόμενος ὡς καὶτοῦτο παρά τινων
ἐτολμᾶτο. Ἐν δὲ τῷ μεταξὺ, καὶ περὶ παρθενίας
καὶ χηρείας συμϐουλεύει τὰ πρόσφορα · καὶ itera
καὶ περὶ τῶν πνευματικῶν χαρισμάτων μακροὺς
ἀποτείνει λόγους, τὴν τούτων διδάσκων διαφορὰν,
καὶ παρεγγυῶν τῷ χαρίσματι τῶν γλωττῶν μὴ κατὰ
φιλοτιμίαν, ἀλλὰ κατὰ χρείαν, κεχρῆσθαι. Προσ-
φέρει δὲ αὐτοῖς καὶ τὴν περὶ τῆς ἀναστάσεως διδα-
σκαλίαν, τινῶν, ὡς εἰκὸς, πείθειν αὐτοὺς πειρωμέ-
νων τδν περὶ τῆς ἀναστάσεως τῶν σωμάτων μὴ προπ-
δέχεσθαι λόγον. Καὶ ἄλλα δέ τινα, ἳνα μὴ καθ’ ἕκα-
στον λέγων μηκύνω, τοῖς πρὸς αὐτοὺς ὲνέθηνε
γράμμασι, κάκείνοις ὀνησιφόρα, καὶ πᾶσιν ἀνθρώ-
ποις ὠφέλειαν πραγματευόμενα. Περὶ μέντοι τοῦ
δόγματος οὐ πολλοῖς ἐχρήσατο λόγοις, ἐπειδήπερ οὐκ
ὀλίγον παρ’ αὐτοῖς διατρίψας χρόνον,ἀκρι6ὦς αὐτοὺς
ειπερ δεῖ φρονεῖν ὲξεπαῐδευσε, καὶ ὁ θαυμάσιος δὲ
Ἀπολλὼς μετ’ αὐτὸν ἀφικόμενος τὴν ἀποστολικὴν
διδασκαλίαν ὲκράτυνεν. Ἀριστον τοίνυν ἰατρὸν ἐμι-
μήσατο, καὶ τοῖς πάθεσι κατάλληλα προσενήνογε
φάρμακα. Διηκὸνησαν δὲ τοῖς γράμμασι Στεφανᾶς.
κει)⁵ Φουρτουνᾶτος. καὶ Ἀχαϊκὸς, παρὰ τῶν Κοριν-
iith πρὸς αὐτὸν ἀποσταλέντες, ὡς ὲν τῷ catastas-
σκει. Τὸν γὰρ μακάριον Τιμόθεον ἀπέστειλε μὲν πρὸς
αὐτοὺς, οὗ μὴν μετα ἐπιστολῆς, καὶ τοῦτο δῆλον
αὐτὸς πεποίηκεν· ἔφη γάρ ’ ι Ἐὰν ἕλοῃ Τιμόθεος,
βλέπετε ἵνα ἀφόϐως γένηται πρὸς ὑμᾶς. ›
ΚΕΦΛΛ. ΠΡΩΤΟΝ.
α’. ι Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ. ι
Καὶ αὐτὸ τὸ προοίμιον τὸν τῆς κατηγορίας μηνύει
σκοπόν. Διδάσκει γὰρ αὐτοὺς μὴ ἑαυτοῖς Οαρῤεῖίι,
ἀλλ’ ἐπὶ τῷ σεσωκότι Θεῷ μέγα φρονεῖν. Διὰ τοῦτο
καὶ τῆς ἀποστολῆς καὶ τῆς κλήσεως ἐμνημνίνευσε,
μονονουχὶ λέγων’ Ὑμεῖς μὲν ἑαυτοὺς ἐξ ἀνθρώπων
ὀνομάζετε, ἐγὼ δὲ ἐμαυτὸν ἀπὸ τοῦ καλέσαντός με
καὶ ἀποστείλαντος Ἰησοῦ Χριττοῦ. ι Διὰ Θελήματος

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.