PG 82, col. 244
φήσασα ο Καθὼς γέγραπται. Διδάσκει δὲ ἡμᾶς καὶ
τῶν Παραλειπομένων ή βίϐλος, ὡς καὶ ἄλλαι πολλαὶ.
συνεγράφησαν προφητεῖαι.
ι’. ι Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεῦμα-
τος αὐτοῦ. ο Ἀπάχρη καὶ τοῦτο δεῖξαι τὴν τῆς μαρ-
τυρίας ἀλήθειαν. Ὀ γὰρ τοῦ θείου Πνεῦματος δεξά-
μενος ἀποκάλυψιν, ἐντεῦθεν κάκείνης τὴν γνῶσιν
ἐδέξατο. ι Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τά βάθη
τοῦ Θεοῦ. ι Τὸ ἐρευνᾷ οὐκ ἐπὶ ἀγνοίας τέθεικεν,
ἀλλ’ ἐπὶ γνώσεως ἀκριϐοῦς. Τοῦτο γὰρ καὶ πε pi Θεοῦ
μετά βραχέα φησίν· ι ὐ δὲ ἐρευνῶν τὰς καρδίας. ι
Εἰ δὲ έκεῖνο ἀγνοίας, καὶ τοῦτο ὡσαύτως ’ εἰδὲ γνὼ-
σεως ἐκεῖνο , καὶ τοῦτο ὁμοίως. Ἤ μὲν γνῶσις τὴν
ἰσότητα δείκνυσι, τὴν ἀνισότητα δὲ ἡ ἄγνοια. Εὑρε-
θήσεται γὰρ ὁ μὲν Θεὸς τῶν ἀνθρώπιον ἀγνοῶν τὰς
καρδίας, τὸ δὲ Πνεῦμα τοῦ Θεοῦ βάθη. Πάλιν εί τὸ
ὲρευνᾷν ἀγνοίας σημαντικὸν, πάντα δὲ ἐρευνᾷ, πάντα,
ὡς ἔοικεν, οὐκ ἀγνοεῖ. Ἀλλά ταῦτα διὰ πλειόνων ἐν
ἑτέροις ἐδείξαμεν ’ τῆς ἑρμηνείας τοίνυν ἐχώμεθα.
ια’. ι Τίς γὰρ οίδεν ¹⁸ἁνθρώπων τά τοῦ ἀνθρώπου,
εί μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ὲν αὐτῷ ; υῦτω καί
τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εί μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. ν
Ἔδειξεν ὡς οὐκ ἀγνοίας ἡ ἔρευνα. Ἑπήγαγε γὰρ,
C ὅτι οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς ἡμεῖς τοὺς οἰκείους
λογισμοὺς ἐπιστάμεθα.
ιβ’. ι Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάϐο-
μεν, ἀλλά τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἴνα εἱδῶ-
μεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. ι Ἐδειξεν οὐ
μέρος ὃν τῆς κτίσεως τὸ πανάγιον Πνεῦμα, ἀλλ’ ἐκ
τοῦ Θεοῦ τὴν ὓπαρξιν ἔχον. Τοῦτο γὰρ λέγει ’ Ἡμεῖς
δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάϐομεν . ἀντί τοῦ,
Οὐ κτιστὸν ἐλάϐομεν πνεῦμα, οὐδὲ δι’ ἀγγέλου τὴν
τῶν θείων ἀποκάλυψιν ἐδεξάμεθα· ἀλλ’ αὐτὸ τὸ ἐκ
τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἐδίδαξεν ἡμᾶς
τὰ κεκρυμμένα μυστήρια.
ιγ’. ι Ἃ καὶ λαλοῦμεν οῦκ ἐν διδακτοῖς ἀνθρωπίνης
σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς ιινεῦματος ἁγίου.»
Διά τοῦτο οὐ δεόμεθα τῆς ἀνθρωπίνης σοφίας ⁸ ἀρκεῖ
γὰρ ἡμῖν ἡ διδασκαλία τοῦ [Ινεῦματος. ι Πνευο
ματικοῖς πνευματικά συγκρίνοντες. ι Ἔχομεν
γὰρ τῆς Παλαιᾶς Διαθήκης τὴν μαρτυρίαν, καὶ
δι’ ἐκείνης τὴν Καινὴν βεϐαιοῦμεν· πνευματικὴ
γὰρ κάκείνη. Καὶ γὰρ δεῖξαι βουλόμενοι τῶν
ἡμετέρων μυστηρίων τοὺς τύπους, τὸν ἀμνὸν είς
μέσον φέρομεν, καὶ τὸ αἷμα τὸ ταῖς φλιαῖς ἐπιχρώ-
μενον, καὶ τὴν τῆς θαλάττης διάϐασιν, καὶ τῆς πέτρας
τὰ νάματα, καὶ τοῦ μάννα τὴν χορηγίαν, καὶ μυρία
τοιαῦτα, καὶ διά τῶν τύπων δείκνυμεν τὴν ἀλήθειαν.