PG 82, col. 252

ρός· ἀντὶ τοῦ⁵³,καήσεται⁹⁴ αὐτοὺ τὸ ἔργον ὑπὸ τοῦ
πυρός· αὐτὸς δὲ σωθήσεται, τουτέστιν ὁ διδάσκαλος.
Οὐ γὰρ αἴτιος τῆς τούτων ἐπὶ τὸ χεῖρον τροπῆς· αὐ-
τὸς γὰρ τὴν προσήκουσαν διδασκαλίαν προσήνεγκε.
Εἰ δέ τις οὐ βούλεται, ὡς διὰ πορὸς τῷ ἔργῳ προσ
αρμόσαι, ἀλλὰ τῷ διδασκάλῳ, οὕτω νοησάτω, ὅτι ὑπὲρ
μὲν ἐκείνων οὐκ εἰσπραχθήσεται δίκας· σωθήσεται
δὲ καὶ αὐτὸς διὰ πυρὸς δοκιμαζόμενος, εἴπερ ἄρα
ἔχει τὸν βίον τῇ διδασκαλίᾳ κατάλληλον. Ὁτι δὲ οὐ
περὶ δογμάτων, ἀλλὰ περὶ ἔργων ταῦτα εἴρηται,
καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ· φησὶ γάρ·
ις, ιζ. « Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ
Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ? ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν
τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς
τοῦ Θεοὺ ἄγιός ἐστιν, οἴτινές ἐστε ὑμεῖς. » Εἰ γὰρ
τῷ ἐκ ξύλων ῷκοδομημένῳ ναῷ τὸ προσῆκον ἀπονέ-
μομεν σέβας, πολλῷ δήπουθεν δικαιότερον τοὺς λογι-
κοὺς ναοὺς ἀφιεροῦν τῷ Θεῷ. Ἐπισημήνασθαι δὲ
προσήκει, ὡς ναοὺς Θεοῦ προσηγόρευσε τοὺς ἔνοικον
ἔχοντας τὴν τοῦ Πνεύματος χάριν. Μαρτυρεῖ γὰρ ὁ
λόγος ὅτι Θεὸς τὸ πανάγιον Πνεῦμα.
ιη. « Μηδεὶς ἑαυτὸν ἐξαπατάτω. » Τουτέστιν ἐπʼ
εὐγλωττίᾳ μέγα φρονῶν, ἦγένους περιφανείᾳ. Τοῦτο
γὰρ ἐπάγει·
« Εἱ δέ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι
τούτῳ, μωρὸς γενέσθω ἵνα γένηται σοφός. (ι9.
γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ
ἐστι. » Σοφίαν τοῦ κόσμου καλεῖ τὴν ἔρημον τοῦ
Πνεύματος χάριτος, τὴν μόνοις τοῖς ἀνθρωπίνοις
λογισμοῖς κεχρημένην. Ταύτῃ παρεγγυᾷ μὴ θαῤῥεῖν,
δὐλʼ ἐπὶ τῇ καλουμένῃ τοῦ κηρύγματος μωρίᾳ σεμ-
νύνεσθαι. Συνάπτει δὲ τῇ κατηγορίᾳ τῆς τοιαύτης
σοφίας καὶ Γραφικὰς μαρτυρίας.
« Εέγραπται γάρ· Ὁ δρασσόμενος τοὺς σοφοὺς
ἐν τῇ πανουργίᾳ αὐτῶν. (c.) Καὶ πάλιν· Κύριος
γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μά-
ταιοι. » Οὕτως ἐλέγξας τῶν διδασκάλων τὸ μάταιον
αὕχημα, πρὸς τοὺς ἐπὶ τούτῳ μέγα φρονοῦντας με-
ταφέρει τὸν λόγον.
κα. « Ὡστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις·
πάντα γιρ ὑμῶν ἐστι. » Ποῖα ταῦτα;
κ9. « Εἴτε Παῦλος, εἴτε Ἀπολλὼς, εἴτε Κηφᾶς.
εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα,
εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν· ὑμεῖς δὲ Χριστοῦ·
Χριστὸς δὲ Θεοῦ.» κέδειξε τὸν ἀληθῆ λοῦτον καὶ
VARIæ LECTIONEES.
foannes Gagnæius, Paisinus theologus, in Scholiis in omnes Pauli Epistotastadit. Pariaa., 1543), ad h. I.
Τheodoritum Græcum ait ia h.I, habere: τοῦτο πῦρ πιστεύομεν καθαρτήριον,ἐν ῷ καθαρίζονται αἰ ψυχαὶ ὡς
χρυσίον ἐν τῷ χωνευτηρίῳ. « Hunc ignem eredimus esse purgatorium, in quto animæ tanquam in conlatorio
purgantur. » Quam interpretationem novitii potius scholiastæ Græci quam Τhodoreti esse, non dubitat
dicere it. Simon, Histoire critique des principauxæ commentateurs du Nonveau estament, pag. 324. Longe
secus hanc commentitiam interpretationem Τheodoreti profert G. Hervetus (in Prælat. ad interpreta-
tionem commentarii Τheodoreti in Epist. Pauli) a Τhomæ Aquinatis opere adversus errores Græcorum,
his verbis expressam: Dicit Δpostolus, quod salvabitur sic tanquam per conffatorium ignem ppurgantem,
quid muid interimit per cautelam præterile vitæ eæ puloere saltem pedum terreni sensus, in quo tandia
manet, (donec) quidquid corpulentiæ et terreni afectus inhæsit, purgetur, pro quo mater Erclesia hostias
et dona pacipica derote o ffert, et sic per hoc mundus inde prius exiens Domini Sabaoth purissimis oculis
imarulatus assistit. « Hujus rci, addit Hervetus, te admonendum esse censu, ut id in nostro exemplari
defuisse intelligas. » etc. Sed de hoc similibusque locis Τhcodoreto aliisque PP. tCræcis subjectis vel
detractis plura diximus in disputatiuncula post præfationem nostram ad hunc tomum Τheodoreti.
⁵ οκεῖται habet Nostcr ad fsι αXXmI, 5.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.